# Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1) ΒΙΟΣ ΑΙΣΩΠΟΥ ΤΟΥ ΜΥΘΟΠΟΙΟΥ.

Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1), ΒΙΟΣ ΑΙΣΩΠΟΥ ΤΟΥ ΜΥΘΟΠΟΙΟΥ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/vitae-aesopi/vita-aesopi-pl-vel-accursiana-sub-auctore-maximo-planude-recensio-1/%CE%92%CE%99%CE%9F%CE%A3%20%CE%91%CE%99%CE%A3%CE%A9%CE%A0%CE%9F%CE%A5%20%CE%A4%CE%9F%CE%A5%20%CE%9C%CE%A5%CE%98%CE%9F%CE%A0%CE%9F%CE%99%CE%9F%CE%A5.

Πραγμάτων φύσιν τῶν ἐν ἀνθρώποις ἠκρίβωσαν μὲν καὶ ἄλλοι, καὶ τοῖς μετʼ αὐτοὺς παρέδωκαν φέ- ροντες· Αἴσωπος δὲ δοκεῖ μὴ πόρρω θειοτέρας ἐπι- πνοίας τῆς ἠθικῆς διδασκαλίας ἁψάμενος πολλῷ τῷ μέτρῳ τοὺς πολλοὺς αὐτῶν παρελάσαι. καὶ γὰρ οὔτʼ ἀποφαινόμενος, οὔτε συλλογιζόμενος, οὔτε μὴν ἐξ ἱστορίας, ἣν ὁ πρὸ τῆς κατʼ αὐτὸν ἡλικίας ἤνεγκε χρόνος, τὴν νουθεσίαν διατιθέμενος, ἀλλὰ μύθοις τὰ πάντα παιδοτριβῶν, οὕτω τὰς τῶν ἀκροωμένων ἀγρεύει ψυχάς, ὡς αἰσχύνεσθαι ταῦτα τοὺς λογικοὺς ποιεῖν ἢ φρονεῖν, ἃ μήτε ὄρνιθες μήτε ἀλώπεκες, καὶ αὖ πάλιν μὴ προσέχειν ἐκείνοις, οἷς πολλὰ τῶν ἀλό- γων ἐν καιρῷ καὶ νουνεχῶς προσεσχηκότα μυθεύεται. ἐξ ὧν ἃ μὲν κινδύνους ἐπηρτημένους αὐτοῖς διέδρα, ἃ δὲ μεγίστης ἐν τοῖς καιρίοις τῆς ὡφελείας ἔτυχεν. οὗτος τοίνυν ὁ τὸν καθʼ αὑτὸν βίον φιλοσόφου πολι- τείας εἰκόνα προθέμενος καὶ ἔργοις μᾶλλον ἢ λόγοις φιλοσοφήσας, τὸ μὲν γένος ἐξ Ἀμορίου τῆς Φρυγίας κατῆγε τῆς μεγάλης ἐπίκλησιν, τὴν δὲ τύχην γέγονε δοῦλος. ἐφʼ ᾧ καὶ σφόδρα μοι δοκεῖ τὸ τοῦ Πλάτω- νος ἐν Γοργίᾳ καλῶς ἅμα καὶ ἀληθῶς εἰρῆσθαι· „ὡς τὰ πολλὰ γὰρ ταῦτα“ φησίν „ἐναντία ἀλλήλοις ἐστίν, ἥ τε φύσις καὶ ὁ νόμος“. Αἰσώπου γὰρ τὴν ψυχὴν ἡ μὲν φύσις ἐλευθέραν ἀπέδωκεν, ὁ δὲ παρ ἀνθρώπων νόμος τὸ σῶμα πρὸς δουλείαν ἀπέδοτο. ἴσχυσεμέντοι οὐδʼ οὕτω τῇ τῆς ψυχῆς ἐλευθερίᾳ λυμήνασθαι, ἀλλὰ καίτοι πρὸς πολλὰ καὶ πολλαχόσε μεταφέρων τὸ σῶμα, τῆς οἰκείας ἐκείνην ἕδρας οὐχ οἷός τʼ ἐγέ- νετο μεταστῆσαι. ἐτύγχανε δʼ ὢν οὐ μόνον δοῦλος, ἀλλὰ καὶ δυσειδέστατα τῶν ἐπʼ αὐτοῦ πάντων ἀν- θρώπων εἶχε. καὶ γὰρ φοξὸς ἦν, σιμὸς τὴν ῥῖνα, σιμὸς τὸν τράχηλον, πρόχειλος, μέλας — ὅθεν καὶ τοῦ ὀνό- μάτος ἔτυχε· ταὐτὸν γὰρ Αἴσωπος τῷ Αἰθίοπι — προ- γάστωρ, βλαισὸς καὶ κυφός, τάχα καὶ τὸν Ὁμηρικὸν Θερσίτην τῇ αἰσχρότητι τοῦ εἴδους ὑπερβαλλόμενος. τὸ δὲ δὴ πάντων ἐν αὐτῷ χείριστον ἦν τὸ βραδύ- γλωσσον καὶ τὸ τῆς φωνῆς ἄσημόν τε καὶ ἀδιάρθρω- τον. ἃ πάντα καὶ δοκεῖ τὴν δουλείαν Αἰσώπῳ παρα- σκευάσαι· καὶ γὰρ δὴ καὶ θαῦμα ἂν ἦν, εἰ οὕτως ἀτόπως ἔχοντι τοῦ σώματος ἐξεγένετο τὰς τῶν δου- λούντων ἄρκυς διαφυγεῖν. ἀλλὰ τὸ μὲν σῶμα τοι- οῦτον ἦν τῷ ἀνδρί· τὴν δὲ ψυχὴν ἀγχινούστατος ἐπεφύκει καὶ πρὸς ἐπίνοιαν πᾶσαν ἐπηβολώτατος.

---

Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1), ed. Alfred Eberhard. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1765.tlg003.local001/.
