# Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1) 12.1

Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1), Chapter 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/vitae-aesopi/vita-aesopi-pl-vel-accursiana-sub-auctore-maximo-planude-recensio-1/12.1

Τῇ δʼ ὑστεραίᾳ τῶν σχολαστικῶν τις πολυτελὲς εὐτρεπίσας δεῖπνον, σὺν ἄλλοις σχολαστικοῖς καὶ τὸν Ξάνθον κέκληκεν. εὐωχουμένων τοίνυν, ὁ Ξάνθος μερίδας ἐκ τῶν παρακειμένων ἀνελόμενος ἐπιλέκτους καὶ τῷ Αἰσώπῳ ὄπισθεν ἐφεστῶτι δούς, „τῇ εὐνο- ούσῃ μοι“ φησὶ πρὸς αὐτόν „ταῦτα ἐπίδος ἀπελ- θών“. ὃ δʼ ἀπιών καθʼ ἑαυτὸν ἐνενόει· ,,νῦν καιρὸς τίσασθαί μου τὴν δέσποιναν, ἀνθʼ ὧν με ἡνίκα νεώ- νητος ὖλθον ἔσκωπτεν. ὄψεται τοίνυν τίς τῷ δε- σπότῃ μου εὐνοεῖ.“ ἀφικόμενος οὖν εἰς τὴν οἰκίαν καὶ καθίσας ἐν τῷ προδόμῳ καὶ τὴν δέσποιναν ἐκκα- λέσας, τὴν σπυρίδα τῶν μερίδων ἐπίπροσθεν αὐτῆς τέθεικε καί φησι· „δέσποινα, ταῦτα πάντα ὁ δεσπότης πέπομφεν οὐ σοί, ἀλλὰ τῇ εὐνοούσῃ“. καὶ τὴν κύνα καλέσας καὶ εἰπών ,,ἐλθέ, λύκαινα, φάγε, σοὶ γὰρ ὁ δεσπότης δοθῆναιταῦτα ἐπέταξεν“, ἀνὰ μέρος τῇ κυνὶ πάντα παρέβαλε. μετὰ δὲ τοῦτο πρὸς τὸν δεσπότην πάλιν ἐλθών καὶ ἐρωτηθεὶς εἰ τῇ εὐνο- ούσῃ δέδωκε πάντα, „πάντα“, φησί, καὶ ἐνώπιον ἐμοῦ πάντα κατέφαγε“. τοῦ δὲ ἐπανερομένου „καὶ τί ποτε ἄρα ἐσθίουσα ἔλεγεν“ ἐκεῖνος· „ἐμοὶ μέν“ φησίν „οὐδʼ ὁτιοῦν εἴρηκε, καθʼ ἑαυτὴν δέ σοι χάρι- τας ᾔδει“. ἡ μέντοι γυνὴ τοῦ Ξάνθου συμφορὰν τὸ πρᾶγμα ποιησαμένη ἅτε δὴ δευτέρα τῆς κυνὸς ἐλεγχθεῖσα τῇ πρὸς τὸν ἄνδρα εὐνοίᾳ, καὶ ἐπειποῦσα ἦ μὴν μηκέτι τοῦ λοιποῦ συνοικήσειν αὐτῷ, εἴσω παρελθοῦσα τοῦ κοιτῶνος ἐθρήνει. τοῦ δὲ πότου προκόπτοντος καὶ ζητημάτων πρὸς ἀλλήλους προ- τεινομένων, καὶ ἑνὸς αὐτῶν ἀπορήσαντος πηνίκα ἂν γένοιτο μεγάλη ἐν ἀνθρώποις ἀνάγκη, Αἴσωπος ὄπισθεν ἑστὼς εἶπεν· ,,ἡνίκα ἂν οἱ νεκροὶ ἀνιστά- μενοι τὰ ἑαυτῶν ἀπαιτήσωσι κτήματα“. καὶ οἱ σχο- λαστικοὶ γελάσαντες ἔφασαν· ,,νοήμων ἐστὶν ὁ νεώ- νητος“. ἑτέρου δὲ πάλιν τοιόνδε τι προθέντος, ὅτου χάριν τὸ μὲν πρόβατον ἐπὶ σφαγὴν ἑλκόμενον οὐ βοᾷ, ὁ δὲ χοῖρος ὅτι μάλιστα κράζει, Αἴσωπος αὖθις ἔφη ὅτι „τὸ μὲν πρόβατον κατὰ τὸ εἰωθὸς ἀμελγό- μενον ἢ τὸ τοῦ πόκου βάρος ἀποτιθέμενον, σιγῇ ἕπεται· διὸ καὶ ὑποσκελιζόμενον καὶ τὸν σίδηρον ὁρῶν, οὐδὲν δεινὸν ὑποπτεύει, ἀλλʼ ἐκεῖνα τὰ συνήθη καὶ μόνα δοκεῖ πείσεσθαι. ὁ δὲ χοῖρος ἅτε δὴ μήτʼ ἀμελγόμενος μήτε κειρόμενος μηδὲ συνειδὼς ἑαυτῷ πρός τι τῶν τοιούτων ἑλκόμενος, ἀλλʼ ὅτι τῶν σαρ- κῶν αὐτοῦ μόνον ἐστὶ χρεία, εἰκότως βοᾷ“. τούτων οὕτω ῥηθέντων, οἱ σχολαστικοὶ πάλιν ἐπῄνεσαν αὐτόν, τραπέντες εἰς γέλωτα. παυσαμένου μέντοι τοῦ πότου καὶ τοῦ Ξάνθου πρὸς τὴν οἰκίαν ἀπονο- στήσαντος, καὶ τῇ γυναικὶ συνήθως ὁρμήσαντος προσλαλεῖν, ἐκείνη τοῦτον ἀποστραφεῖσά φησι· „μὴ μου πλησίον γένῃ. δός μοι τὴν προῖκα καὶ ἀπελεύ- σομαι. οὐδὲ γὰρ ἂν μείναιμι σύν σοὶ τοὐντεῦθεν. σὺ δʼ ἀπελθών τὴν κύνα κολάκευε, ᾗ πέπομφας τὰς μερίδας“. καὶ ὁ Ξάνθος ἐκπλαγεὶς λέγει· ,,οὐκ ἔστιν ὅπως οὐκ ἤρτυσέ μοί τι κακὸν πάλιν Αἴσωπος“. καὶ πρὸς τὴν γυναῖκά φησι· „κυρία, ἐμοῦ πεπωκό- τος σύ μεθύεις; τίνι τὰς μερίδας πέπομφα, οὐχὶ σοί“; μὰ Δίʼ, ἐμοὶ μὲν οὔ“, φησὶν ἐκείνη „τῄ δὲ κυνί“. καὶ ὁ Ξάνθος τῷ Αἰσώπῳ κληθέντι φησί· „τίνι δέδωκας τὰς μερίδας“; κἀκεῖνος· „τῇ εὐνοούσῃ σοι“. καὶ πρὸς τὴν γυναῖκα ὁ Ξάνθος· ,,οὐδὲν ἔλα- βες“; κἀκείνη· „οὐδέν“. καὶ ὁ Αἴσωπος· „τίνι γὰρ ἐκέλευσας τὰς μερίδας δοθῆναι, ὦ δέσποτα“; κἀκεῖ- νος· ,,τῇ εὐνοούσῃ μοι“. καὶ ὁ Αἴσωπος τὴν κύνα φωνήσας, „αὕτη σοι“ φησίν „εὐνοεῖ. ἡ γὰρ γυνὴ κἂν εὐνοεῖν λέγῃ, ἀλλ ἐπʼ ἐλαχίστῳ ἀλγήσασα ἀντιλέγει, λοιδορεῖται, ἀναχωρεῖ· τὴν μέντοι κύνα τύψον, ἀπέ- λασον, καὶ οὐκ ἀναχωρήσειεν ἄν, ἀλλʼ ἐπιλαθομένη πάντων, αὐτίκα φιλοφρόνως σαίνει καὶ σύν χάριτι τὸν δεσπότην. ἔδει σε οὖν εἰπεῖν, δέσποτα, τῇ γυ- ναικὶ τὰς μερίδας κομίσαι, καὶ μὴ τῇ εὐνοούσῃ.“ καὶ ὁ Ξάνθος· „όρᾷς, ὦ κυρία, ὡς οὐκ ἐμὸν τὸ ἁμάρτημα, ἀλλὰ τοῦ κομίσαντος; ἀνάσχουτοιγαροῦν, καὶ οὐκ ἀπορήσω προφάσεως, διʼ ἣν αὐτὸν μαστι- γώσω“. τῆς δὲ μὴ πειθομένης, ἀλλὰ λάθρα πρὸς τούς ἑαυτῆς γονεῖς ἀποχωρησάσης, Αἴσωπος εἶπεν· ,,οὐκ ὀρθῶς εἶπον, ὦ δέσποτα, ὡς ἡ κύων σοι μᾶλ- λον εὐνοεῖ, καὶ οὐχ ἡ ἐμὴ δέσποινα;“ ἡμερῶν δέ τι- νων παρῳχηκυιῶν, καὶ τῆς γυναικὸς ἀδιαλλάκτου μενούσης, καὶ τοῦ Ξάνθου τῶν προσηκόντων τινὰς ὡς αὐτην ὡς ἂν ὑποστρέψειεν οἴκαδε πέμψαντος, τῆς δὲ μὴ ὑπείκειν θελούσης, καὶ τοῦ Ξάνθου διʼ αὐτὴν εἰς ἀθυμίαν πεσόντος, Αἴσωπος αὐτῷ προ- σελθών φησι· „μὴ ἀνιῶ, δέσποτα. ἐγὼ γὰρ αὐτὴν αὔριον ἥκειν αὐθαίρετον καὶ ἀπαράκλητον δράσω πρὸς σέ.“ καὶ λαβών κέρμα, πρὸς τὴν ἀγορὰν ἦλθε, καὶ ὠνησάμενος χῆνας καὶ ὄρνιθας καὶ ἄλλʼ ἄττα τῶν πρὸς εὐωχίαν ἐπιτηδείων, βαδίζων τὰς οἰκίας περιενόστει. παρῄει τοίνυν καὶ τὴν τῶν τῆς αὐτοῦ δεσποίνης γεννητόρων οἰκίαν, μήτε ταύτην εἰδέναι προσποιούμενος ἐκείνων τυγχάνουσαν, μήτε μὴν ἐν αὐτῇ τὴν δέσποιναν μένουσαν. καὶ δὴ τινι τῶν τῆς οἰκίας ἐκείνης ἐντυχών ἠρώτα εἴ τί που τῶν εἰς γά- μους χρησίμων οἱ κατὰ τὴν οἰκίαν ἔχοιεν αὐτῷ πω- λῆσαι. τοῦ δὲ ,,καὶ τίς τούτων ἔχει τὴν χρείαν;“ πυνθανομένου, „Ξάνθος“ φησίν „ὁ φιλόσοφος· αὔ- ριον γὰρ γυναικὶ μέλλει συνάπτεσθαι.“ τοῦ δὲ ἀνα- βάντος καὶ τῇ γυναικὶ ταῦτα τοῦ Ξάνθου ὡς ἤκου- σεν ἀναγγείλαντος, ἐκείνη σύν δρόμῳ καὶ σπουδῇ πρὸς τὸν Ξάνθον ἦλθεν αὐτίκα, καὶ αὐτοῦ κατεβόα λέγουσα πρὸς τοῖς ἄλλοις καὶ ταῦτα, ὡς ,,οὐκ ἂν ἐμοῦ ζώσης, ὦ Ξάνθε, ἑτέρᾳ γυναικὶ δυνηθείης συναρμοσθῆναι.“ καὶ οὕτως ἔμεινεν ἐπὶ τῆς οἰκίας δι᾿ Αἰσώπου, ὡς καὶ διʼ ἐκεῖνον ἀπῆρε.

---

Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1), ed. Alfred Eberhard. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1765.tlg003.local001/.
