# Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1) 13.1

Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1), Chapter 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/vitae-aesopi/vita-aesopi-pl-vel-accursiana-sub-auctore-maximo-planude-recensio-1/13.1

Μετὰ δʼ ἡμέρας πάλιν τινὰς καλέσας ὁ Ξάνθος σχολαστικούς εἰς ἄριστον, τῷ Αἰσώπῳ φησίν· „ὀψώ- νησον ἀπελθών πᾶν ὅ τι χρηστότατόν τε καὶ βέλτι- στον.“ ὃ δὲ ἀπιών καθʼ ἑαυτὸν ἔλεγεν· „ἐγώ διδάξω τὸν δεσπότην μὴ μωρὰ διατάττεσθαι“. γλώττας οὖν μόνας ὑείους πριάμενος καὶ ἑτοιμάσας, ἀνακλιθεῖσι γλῶτταν ὀπτὴν ἑκάστῳ σύν ὀξυγάρῳ παρέθηκε. τῶν δὲ σχολαστικῶν ἐπαινεσάντων ὡς φιλόσοφον τὸ πρῶ- τον ἔδεσμα διὰ τὴν τῆς γλώττης πρὸς τὸν λόγον ὑπηρεσίαν, πάλιν Αἴσωπος ἑφθὰς γλώττας παρέ- θηκε. καὶ αὖθις αὖ βρώματος αἰτηθέντος ἄλλου καὶ ἄλλου, ὃ δʼ οὐδὲν ἕτερον ὅτι μὴ γλώττας προὐτίθει. τῶν δὲ σχολαστικῶν ἐπὶ τῷ ταὐτῷ τῆς τροφῆς ἀγα- νακτησάντων καὶ „μέχρι τίνος γλώττας;“ εἰπόν- των, καὶ ὡς „ἠμεῖς διʼ ἡμέρας γλώττας ἐσθίοντες τὰς ἡμετέρας ἠλγήσαμεν“, ὁ Ξάνθος φησὶ πρὸς ὀργήν· „οὐδέν σοι πάρεστιν ἕτερον, Αἴσωπε;“ καὶ ὅς· ,,οὐ δῆτα“. κἀκεῖνος· ,,οὔκουν ἐνετειλάμην σοι, κατάρατον ἀνθρώπιον, πᾶν ὅ τι χρηστότατόν τε καὶ ἄριστον ὀψωνῆσαι“; καὶ ὁ Αἴσωπος ,,πολλὰς ὁμολογῶ σοι τὰς χάριτας μεμφομένῳ με φιλοσόφων ἀνδρῶν παρόντων· τί οὖν ἂν γένοιτο γλώττης χρηστότερόν τε καὶ βέλτιον ἐν τῷ βίῳ; πᾶσα γὰρ παιδεία καὶ φιλοσοφία διʼ αὐτῆς παιδεύεται καὶ διδάσκεται· διʼ αὐτῆς δόσεις, λήψεις, ἀγοραί, ἀσπασμοί, εὐφημίαι, μοῦσα πᾶσα· διʼ αὐτῆς συγκροτοῦνται γάμοι, πόλεις ἀνορθοῦνται, ἄνθρωποι διασώζονται. καὶ συνελόντι φάναι, διʼ αὐτῆς ἅπας ὁ βίος ἡμῶν συνέστηκεν. οὐδὲν ἄρα τῆς γλώττης ἄμεινον“. ἐπὶ τούτοις οἱ σχολαστικοὶ τὸν μὲν Αἴσωπον ὀρθῶς λέγειν φάμενοι, ἡμαρτηκέναι δὲ τὸν διδάσκαλον, διελύθησαν ἕκαστος ἐπʼ οἴκου. τῇ δʼ ὑστεραίᾳ πάλιν αἰτιωμένων αὐτῶν τὸν Ξάνθον, ἐκεῖνος ἀπελογεῖτο μὴ κατὰ γνώμην αὐτοῦ ταῦτα γεγονέναι, ἀλλὰ τοῦ ἀχρείου δούλου τῇ κακουργίᾳ. σήμερον δὲ ἀλλʼ ἀμείψει τὸ δεῖπνον· „κἀγὼ δὴ παρόντων ὑμῶν αὐτῷ διαλέξομαι“. καὶ καλέσας αὐτόν, πᾶν ὅ τι φαυλότατόν τε καὶ χείρι- στον ὀψωνῆσαι κελεύει, ὡς τῶν σχολαστικῶν σὺν αὐτῷ δειπνησόντων. ὃ δὲ μηδὲν διατραπεὶς πάλιν γλώσσας ἐπρίατο, καὶ ἑτοιμάσας, ἀνακλιθεῖσι παρέ- θηκεν. οἳ δὲ πρὸς ἀλλήλους ὑπεφώνουν· χοίρειαι πάλιν γλῶτται“; καὶ μετὰ μικρὸν αὖθις γλώττας παρέθηκε καὶ μάλα αὖθις καὶ αὖθις. τοῦ Ξάνθου δὲ δυσανασχετήσαντος καὶ „τί τοῦτο, Αἴσωπε“; εἰρη- κότος, μὴ πάλιν ἐνετειλάμην σοι πᾶν ὅ τι χρηστό- τατόν τε καὶ βέλτιστον ὀψωνῆσαι; οὐχὶ πᾶν ὅ τι φαυλότατόν τε καὶ χείριστον“; ὃ δέ· ,,καὶ τί ποτε χεῖρον τῆς γλώττης, ὦ δέσποτα ; οὐ πόλεις διʼ αὐτῆς καταπίπτουσιν; οὐκ ἄνθρωποι διʼ αὐτῆς ἀναιροῦν- ται; οὐ ψεύδη πάντα καὶ βλασφημίαι καὶ ἐπιορκίαι διὰ ταύτης περαίνονται; οὐ γάμοι καὶ ἀρχαὶ καὶ βα- σιλεῖαι διʼ αὐτῆς ἀνατρέπονται; οὐχ ὡς κεφάλαιον εἰπεῖν, ὁ βίος διʼ αὐτῆς ἅπας μυρίων πλημμελημά- των γέμει;“ ταῦτα τοῦ Αἰσώπου φαμένου, τῶν τις συνανακειμένων τῷ Ξάνθῳ φησίν· ,,οὗτος, εἰ μὴ πάνυ σεαυτὸν ἀσφαλίσῃ, οὐκ ἂν ἄπορος εἴη μανίας ἀφορμή σοι γίνεσθαι. οἵα γὰρ ἡ μορφή, τοιάδε καὶ ἡ ψυχή“. καὶ ὁ Αἴσωπος πρὸς αὐτόν· ,,σύ μοι δοκεῖς, ἄνθρωπε, κακεντρεχής τις καὶ περίεργος εἶναι, δεσπότην κατὰ οἰκέτου παροξύνων.“ καὶ ὁ Ξάνθος πρὸς ταῦτα, προφάσεως ἐφιέμενος μαστιγῶσαι τὸν Αἴσωπον, „δραπέτα“ φησίν „ἐπεὶ περίεργον εἶπας τὸν φίλον, δεῖξόν μοι ἀγαγών ἀπερίεργον ἄνθρωπον“.

---

Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1), ed. Alfred Eberhard. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1765.tlg003.local001/.
