# Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1) 14.1

Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1), Chapter 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/vitae-aesopi/vita-aesopi-pl-vel-accursiana-sub-auctore-maximo-planude-recensio-1/14.1

ἐξελθών τοίνυν τῆς ἐπιούσης ἐπὶ τῆς λεωφόρου ὁ Αἴσωπος καὶ τούς παριόντας περισκοπῶν, ὁρᾷ τινα ἐφʼ ἑνὸς τόπου ἱκανὸν χρόνον καθίσαντα, ὃν καὶ δοκιμάσας καθʼ αὐτὸν ἀπράγμονά τινα καὶ ἀπλοῦν εἶναι, προσελθών φησιν· ,,ὁ δεσπότης σε καλεῖ σύν αὐτῷ ἀριστῆσαι.“ καὶ ὁ ἄγροικος ἐκεῖνος μηδὲν περι- εργασάμενος, μηδὲ τίς ὢν ὑπὸ τίνος καλεῖται, εἰ- σῆλθεν εἰς τὴν οἰκίαν, καὶ σύν αὐτοῖς ὑποδήμασι φαύλοις οὖσιν ἀνέπεσεν. ἐρομένου δὲ τοῦ Ξάνθου „τίς οὗτος“; Αἴσωπος εἶπεν· „ἀπερίεργος ἄνθρωπος“. καὶ ὁ Ξάνθος εἰς οὖς εἰπών τῇ γυναικὶ συνυποκρι- θῆναι αὐτῷ καὶ ὅπερ ἂν αὐτὸς ἐπιτάττῃ, ποιεῖν, ὡς ἂν εὐπροσώπῳ λόγῳ πληγὰς τῷ Αἰσώπῳ ἐντεί- νειεν, εἶτα ἐν ἐπηκόῳ πάντων φησί· „κυρία, ὕδωρ ἐπὶ τῆς λεκάνης βαλοῦσα, τούς πόδας τοῦ ξένου νίψον.“ διενοεῖτο γὰρ καθʼαὑτόν, ὡς πάντως ὁ μὲν ξένος εὐλαβηθήσεται, ὁ δʼ Αἴσωπος, ὡς ἐκείνου περι- έργου φανέντος, πληγὰς λήψεται. ἡ μὲν οὖν βα- λοῦσα τὸ ὕδωρ εἰς τὴν λεκάνην, ᾔει τοὺς πόδας τοῦ ξένου νίψουσα· ὃ δʼ ἐπιγνούς ταύτην οὖσαν τὴν τοῦ οἴκου δεσπότιν, καθʼ ἑαυτὸν εἶπε· „τιμῆσαί με πάντως βούλεται, καὶ τούτου δὴ χάριν αὐτοχειρίᾳ τούς πόδας μου βούλεται νίψαι, ἐπεὶ θεραπαινίσιν εἶχεν ἂν τοῦτʼ ἐπιτάξαι.“ προτείνας οὖν τούς πόδας, ,,νίψον, κυρία“ φησί. καὶ νιψάμενος ἀνεκλίθη. τοῦ δὲ Ξάνθου κελεύσαντος οἶνον τῷ ξένῳ δοθῆναι πιεῖν, πάλιν ἐκεῖνος διελογίσατο καθʼ αὐτὸν ὡς ,,αὐτοὺς μὲν πρότερον ἔδει πιεῖν, ἐπεὶ δʼ οὕτως αὐτοῖς ἔδοξεν, οὐδὲν ἔργον ἐμοὶ τὰ τοιαῦτα ἐρευνᾶν“, καὶ λαβὼν ἔπιεν. ἀριστώντων δὲ καί τινος ἐδέσ- σματος τῷ ξένῳ παρατεθέντος κἀκείνου ἡδέως ἐσθί- οντος, ὁ Ξάνθος τῷ μαγείρῳ ὡς κακῶς τοῦτο ἀρτύ- σαντι ἐνεκάλει καὶ μέντοι καὶ ἀποδυθέντι πληγὰς ἐνεφόρει. ὁ δʼ ἀγρότης καθʼ ἑαυτὸν ἔλεγε· „τὸ μὲν ἔδεσμα ἄριστα ἕψηται καὶ οὐδενὸς αὐτῷ δεῖ πρὸς τὸ καλῶς ἔχειν· εἰ δὲ καὶ δίχα προφάσεως βούλεται τὸν αὐτοῦ δοῦλον μαστιγοῦν ὁ οἰκοδεσπότης, τί πρὸς ἐμέ“; κοῦ δὲ Ξάνθου ἀσχάλλοντος καὶ οὐχ ἡδέως διακειμένου, ἐπεὶ μηδὲν ὁ ξένος περιειργάζετο, τέλος πλακοῦντες ἠνέχθησαν. ὁ δὲ ξένος, ἅτε δὴ μήπω πλακοῦντος γευσάμενος, σωρεύων καὶ συνει λῶν αὐτούς ὡς ψωμοὺς ἤσθιε. τοῦ δὲ Ξάνθου τὸν ἀρτοποιὸν αἰτιασαμένου καὶ „τί δή ποτε, ὦ κατά- ρατε“, φαμένου ,,καὶ μέλιτος δίχα καὶ πεπέρεως τούς πλακοῦντας ἐσκεύασας“; ἐκεῖνος ἔφη· „εἰ μὲν ὠμός ἐστιν, ὦ δέσποτα, ὁ πλακοῦς, ἐμὲ τύπτε, εἰ δʼ οὐχ ὡς ἔδει ἐσκεύασται, μὴ ἐμὲ ἀλλὰ τὴν δέσποιναν αἰτιῶ.“ καὶ ὁ Ξάνθος· „εἰ πρὸς τῆς ἐμῆς τοῦτο γέγονε γυναικός, ζῶσαν αὐτὴν ἀρτίως κατακαύσω.“ καὶ πάλιν τῇ γυναικὶ νεύει αὐτῷ συνυποκριθῆναι διʼ Αἴσωπον. κελεύσας οὖν κληματίδας εἰς τὸ μέ- σον ἀχθῆναι, πυρὰν ἀνῆψε. καὶ λαβόμενος τῆς γυναικός, ἐγγύς τῆς πυρᾶς ἤγαγε, προσδοκήσιμος ὢν αὐτὴν εἰς τὸ πῦρ ἐπαφεῖναι. διέτριβε δέ πως καὶ περιεβλέπετο τὸν ἄγροικον, εἴ πως ἀναστὰς τοῦ τοιοῦδε τολμήματος εἶρξαι αὐτὸν ἐγχειρήσειεν. ὃ δὲ καθʼ ἑαυτὸν αὖθις διεσκοπεῖτο ὡς ,,αἰτίας μὴ παρού- σης, τί δή ποτε οὕτως ὀργίζεται“; εἶτά φησιν· „οἰκο- δεσπότα, εἰ τοῦτο κέκρικας δεῖν γενέσθαι, ὑπόμεινόν με μικρὸν μέχρις ἂν ἀπελθών ἐνέγκω μου καὶ αὐτὸς ἐξ ἀγροῦ τὴν γυναῖκα, ὡς ἂν ἄμφω κατὰ τὸ αὐτὸ κατακαύσῃς“. ταῦτα τοῦ ἀνδρὸς ὁ Ξάνθος ἀκούσας καὶ τὸ τούτου ἀκέραιον καὶ γενναῖον θαυμάσας, τῷ Αἰσώπῳ φησίν· „ἴδε ἀληθῶς ἄνθρωπος ἀπερίεργος. ἔχεις τὰ νικητήρια λαβών, Αἴσωπε. ἅλις ἔχει σοι τοῦ λοιποῦ. τὸ δʼ ἐντεῦθεν ἐλευθερίας τῆς σῆς ἐπιτεύξῃ“.

---

Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1), ed. Alfred Eberhard. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1765.tlg003.local001/.
