# Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1) 15

Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1), Chapter 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/vitae-aesopi/vita-aesopi-pl-vel-accursiana-sub-auctore-maximo-planude-recensio-1/15

Τῆς δʼ ἐπιούσης ὁ Ξάνθος ἐπέταξε τῷ Αἰσώπῳ εἰς τὸ βαλανεῖον ἀπελθεῖν καὶ σκέψασθαι, εἰ μὴ πολύς πάρεστιν ὄχλος, βούλεσθαι γὰρ αὐτὸν λου- θῆναι. ἀπιόντι δὲ ὁ στρατηγὸς συναντήσας καὶ τοῦ Ξάνθου γνούς αὐτὸν ὄντα, ἤρετο ποῖ πορεύοιτο. τοῦ δὲ „οὐκ οἶδα“ φαμένου, νομίσας ὁ στρατηγὸς τὴν ἐρώτησιν αὐτοῦ παρ᾿ οὐδὲν λογισθῆναι, εἰς εἰρκτὴν αὐτὸν ἀπαχθῆναι κελεύει. ἀπαγόμενος τοίνυν ὁ Αἴσωπος ἔκραξεν· „ὁρᾷς, ὦ στρατηγέ, ὅπως ὀρθῶς ἀπεκρίθην ; ἃ γὰρ μὴ προσεδόκησα, καὶ συνήντησά σοι, καὶ εἰς εἰρκτὴν ἤδη ἀπάγομαι.“ καὶ ὁ στρατη- γὸς ἐκπλαγεὶς ἐπὶ τῷ τῆς ἀπολογίας ἑτοίμῳ, ἀφῆ- κεν ἀπιέναι· Αἴσωπος δὲ παραγενόμενος εἰς τὸ βαλανεῖον καὶ πλῆθος ἐν αὐτῷ θεασάμενος ὄχλου, καὶ λίθον ὁρᾷ κατὰ τὸ τῆς εἰσόδου μεσαίτατον κει- μενον, ἐφʼ ὃν ἕκαστος τῶν εἰσιόντων τε καὶ ἐξιόν- των τὸν πόδα προσέπταιε. τοῦτον δὲ εἶς τις εἰσιών ἐφʼ ᾧ λούσασθαι, ἄρας μετέθηκεν. ὑποστρέψας οὖν πρὸς τὸν δεσπότην, „εἰ κελεύεις“ φησί „δέσποτα, λούσασθαι, ἕνα ἄνθρωπον ἐν τῷ βαλανείῳ τεθέα- μαι“. καὶ τοῦ Ξάνθου ἐλθόντος καὶ τὸ πλῆθος τῶν λουομένων ἰδόντος καὶ „τί τοῦτο,“ εἰπόντος ,,Αἴ- σωπε; οὐχ ἕνα ἄνθρωπον ἔφης ἑωρακέναι ;“ ὁ Αἴ- σωπος „ναί·“ φησί ,,τὸν γὰρ λίθον ἐκεῖνον“, τῇ χειρὶ δείξας, „πρὸ τῆς εἰσόδου κείμενον εὗρον, ἐφʼ ὃν οἱ εἰσιόντες πάντες καὶ ἐξιόντες προσέπταιον. εἶς δέτις πρὶν ἢ προσπταῖσαι ἄρας μετέθηκεν. ἐκεῖ- νον οὖν ἕνα ἄνθρωπον εἶπον ἑωρακέναι, προτιμήσας τῶν ἄλλων“. καὶ ὁ Ξάνθος· „οὐδὲν παρὰ τῷ Αἰσώπῳ ἀργὸν πρὸς ἀπολογίαν.“

---

Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1), ed. Alfred Eberhard. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1765.tlg003.local001/.
