# Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1) 17.1

Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1), Chapter 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/vitae-aesopi/vita-aesopi-pl-vel-accursiana-sub-auctore-maximo-planude-recensio-1/17.1

Ἐν ἡμέρᾳ δέ τινι συμποσίου συγκροτηθέντος καὶ τοῦ Ξάνθου σύν τοῖς ἄλλοις τῶν φιλοσόφων ἀνακλι- θέντος, καὶ τοῦ πότου ἤδη ἐπικρατήσαντος, συχνὰ προ- βλήματα μεταξύ τούτων ἐκαλινδεῖτο. καὶ τοῦ Ξάνθου ἀρξαμένουταράττεσθαι, Αἴσωπος παρεστὼς ἔφη· „δέ- σποτα, ὁ Διόνυσος τρεῖς κέκτηταικράσεις· τὴν μὲν πρώ- την ἡδονῆς, τὴν δὲ δευτέραν μέθης, τὴν δὲ τρίτην ὕβρεως. καὶ ὑμεῖς οὖν πεπωκότες ἤδη καὶ ἡσθέντες, τὰ ἐφεξῆς καταλίπετε.“ καὶ ὁ Ξάνθος ἤδη μεθύων φησί· „σιώπα, τοῖς ἐν Ἅιδου συμβούλευε“. καὶ ὁ Αἴσωπος· „οὐκοῦν καὶ εἰς Ἅιδου κατασπασθήσῃ“. τῶν δὲ σχολαστικῶν τις ὑποβεβρεγμένον ἤδη τῇ μέθῃ τὸν Ξάνθον ἰδὼν καὶ τὸ ὅλον εἰπεῖν οἰνο- πλῆγα, καθηγητά“, φησί „δύναταί τις ἐκπιεῖν τὴν θάλατταν ἄνθρωπος“; καὶ ὅς· ,,πάνυ μὲν οὖν. ἐγώ γὰρ αὐτὸς ταύτην ἐκπίομαι“. καὶ ὁ σχολαστικός· „εἰ δʼ οὐ δυνήσῃ, τί ποτέ σοι τίμημα ἐπιγράψψω“; καὶ ὁ Ξάνθος· „τὴν οἰκίαν μου τίθημι πᾶσαν. καὶ ἐπὶ τούτοις καταθέμενοι τούς δακτυλίους, τὰς συν θήκας ἐκύρωσαν. τότε μὲν οὖν διελύθησαν· τῇ δʼ ὑστεραίᾳ πρωίας ἐξεγερθέντος τοῦ Ξάνθου, καὶ τήν τε ὄψιν νιψαμένου καὶ τὸν δακτύλιον ἐν τῷ νίπτε- σθαι μὴ ἰδόντος, καὶ τὸν Αἴσωπον περὶ αὐτοῦ πυ- θομένου, ἐκεῖνος ,,οὐκ οἶδα“, φησί „τί ποτε γέγονεν. ἓν δʼ οἴδα μόνον, ὅτι τῆς οἰκίας σαυτοῦ ἀλλότριος γέγονας“. καὶ ὁ Ξάνθος· „ὅτι τί δή“; καὶ ὁ Αἴσωπος· „ὅτι τὴν χθὲς μεθύων συνέθου τὴν θάλατταν ἐκπιεῖν· κἀπὶ ταῖς ὁμολογίαις κατέθου καὶ τὸν δακτύλιον. κἀκεῖνος· „καὶ πῶς ἄρʼ ἐγὼ μεῖζον πίστεως ἔργον δυνήσομαι ; ἀλλὰ σοῦ νῦν δέομαι, εἴ τις ξύνεσις, εἴ τις δεινότης καὶ ἐμπειρία, ξυμπαρίστασο καὶ βοήθειαν ὄρεγε, ὡς περιγενέσθαι ἢ τάς γε συνθήκας λῦσαι.“ καὶ ὁ Αἴσωπος· „περιγενέσθαι μὲν οὐκ ἔνι, λυθῆναι δὲ τὰς ὁμολογίας ποιήσω. ἐπειδὰν γὰρ αὖ- θις τήμερον εἰς ταὐτὸ συνέλθητε, μηδʼ ὁτιοῦν φα- νῇς δειλιάσας, ἀλλʼ ἅπερ ὡμολόγησας παροινῶν, ταῦτα καὶ νήφων λέγε. κέλευσον μέντοι στρώματα καὶ τράπεζαν παρὰ τὴν ἠιόνα τεθῆναι καὶ παῖδας ἑτοίμους σύν ἐκπώμασιν ὀρέχειν σοι τὸ θαλάττιον ὕδωρ. ἐπειδὰν δὲ σύμπαντα θεάσῃ τὸν ὄχλον συν- δεδραμηκότα ἐπὶ τὴν θέαν, αὐτὸς ἀναπεσών κέλευ- σον ἐκ τῆς θαλάττης πλησθῆναι τὸ ἔκπωμα. καὶ τοῦτο λαβών ἐν ἐπηκόῳ πάντων εἰπὲ τῷ συνθηκο- φύλακι· ,,τίνας παρʼ ὑμῖν πεποιήκαμεν τὰς συνθή- κας“; καὶ ὃς ἀποκρινεῖταί σοι, ὡς ὡμολόγησας τὴν θάλατταν ἐκπιεῖν. στραφεὶς οὖν σὺ πρὸς ἅπαντας, οὕτω φράσον· ,,ἄνδρες Σάμιοι, ἴστε καὶ ὑμεῖς πάν- τως πλείστους ὅσους ποταμούς ἐκβάλλοντας εἰς τὴν θάλατταν. ἐγὼ δὲ συνεθέμην μόνην τὴν θάλατταν ἐκπιεῖν, οὐ μὴν καὶ τούς ἐξιόντας εἰς αὐτὴν ποτα- μούς. οὗτος οὖν ὁ σχολαστικὸς ἀπελθών πρότερον ἐπισχέτω τούς ποταμούς ἅπαντας, εἶτα δʼ εὐθύς ἐγώ τὴν θάλατταν μόνην ἐκπίομαι.“ ὁ δὲ Ξάνθος τὴν μέλλουσαν ἐκ τούτου τῆς συνθήκης διάλυσιν ἔσεσθαι γνούς, ὑπερήσθη. τοῦ δήμου τοίνυν παρὰ τὸν αἰγιαλὸν συρρεύσαντος ἐπὶ θέαν τοῦ πραχθή- σεσθαι μέλλοντος, καὶ τοῦ Ξάνθου κατὰ τὰ διδαχ- θέντα πρὸς τοῦ Αἰσώπου δράσαντος καὶ εἰπόντος, οἱ Σάμιοι ἀνεβόησαν εὐφημοῦντες αὐτὸν καὶ θαυ- μάζοντες. ὁ δὲ σχολαστικὸς προσπεσών τηνικαῦτα τῷ Ξάνθῳ, νενικῆσθαί τε ὡμολόγει καὶ τὰς συνθή- κας ἐδεῖτο λῦσαι· ὃ καὶ πεποίηκε Ξάνθος δυσωποῦν- τος τοῦ δήμου.

---

Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1), ed. Alfred Eberhard. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1765.tlg003.local001/.
