Ancient Greek
Chapter 18
Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1) 18
Not analysed yet
Ἀφικομένων δʼ αὐτῶν εἰς τὴν οἰ- κίαν, Αἴσωπος προσελθών τῷ Ξάνθῳ φησίν· ,,ὁ πάντα σοι τὸν βίον χαρισάμενος ἐγὼ οὔκουν ἄξιός εἰμι[,δέσποτα,] τυχεῖν ἐλευθερίας“; καὶ ὁ Ξάνθος λοι- δορήσας αὐτὸν ἀπήλασε λέγων· „μὴ γὰρ οὐ βουλο- μένῳ μοι ἦν τοῦτο πρᾶξαι; ἀλλʼ ἔξελθε πρὸ τοῦ πυλῶνος καὶ σκέψαι. κἂν ἴδῃς δύο κορώνας, ἀνάγ- γειλόν μοι· ἀγαθὸς γὰρ οἰωνὸς οὗτος· ἐπεὶ εἰ μίαν ἴδοις, τοῦτο πονηρόν. “προελθὼν οὖν ὁ Αἴσωπος καὶ συμβὰν οὕτω δύο κορώνας ἐπί τινος ἰδὼν δέν- δρου καθεζομένας, εἰσελθὼν τῷ Ξάνθῳ ἀνήγγειλεν. ἐξιόντι δὲ τῷ Ξάνθῳ ἡ ἑτέρα τούτων ἀπέπτη. καὶ ὁ Ξάνθος θατέραν μόνην ἰδὼν ἔφη· „οὐκ εἶπάς μοι, κατάρατε, δύο ἑωρακέναι“; καὶ ὅς· „οὕτως· ἀλλ᾿ ἡ ἑτέρα ἀπέπτη“. καὶ ὁ Ξάνθος· ,,ἐπέλιπέ σοι, δραπέτα, τὸ χλευάζειν με“; καὶ κελεύει αὐτὸν γυ- μνωθέντα τύπτεσθαι. τοῦ δʼ Αἰσώπου μαστιζομέ- νου, προσελθών τις ἐκάλει ἐπὶ δεῖπνον τὸν Ξάνθον. καὶ ὁ Αἴσωπος [ἔτι] τυπτόμενος ἀνεβόησεν· „οἴμοι τῷ δυστήνῳ· ἐγὼ μὲν γὰρ ὁ τὸ δικόρωνον ἰδὼν τύπτομαι, σὺ δʼ ὁ μίαν ἰδών μόνην εἰς εὐωχίαν ἄπει. ἕωλος ἄρʼ ἦν ἡ οἰωνοσκοπία. “καὶ ὁ Ξάνθος τὸ ἀγχί- νουναὐτοῦ θαυμιάσας, παύσασθαι κελεύει τυπτόμενον.