# Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1) 18

Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1), Chapter 18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/vitae-aesopi/vita-aesopi-pl-vel-accursiana-sub-auctore-maximo-planude-recensio-1/18

Ἀφικομένων δʼ αὐτῶν εἰς τὴν οἰ- κίαν, Αἴσωπος προσελθών τῷ Ξάνθῳ φησίν· ,,ὁ πάντα σοι τὸν βίον χαρισάμενος ἐγὼ οὔκουν ἄξιός εἰμι[,δέσποτα,] τυχεῖν ἐλευθερίας“; καὶ ὁ Ξάνθος λοι- δορήσας αὐτὸν ἀπήλασε λέγων· „μὴ γὰρ οὐ βουλο- μένῳ μοι ἦν τοῦτο πρᾶξαι; ἀλλʼ ἔξελθε πρὸ τοῦ πυλῶνος καὶ σκέψαι. κἂν ἴδῃς δύο κορώνας, ἀνάγ- γειλόν μοι· ἀγαθὸς γὰρ οἰωνὸς οὗτος· ἐπεὶ εἰ μίαν ἴδοις, τοῦτο πονηρόν.“ προελθὼν οὖν ὁ Αἴσωπος καὶ συμβὰν οὕτω δύο κορώνας ἐπί τινος ἰδὼν δέν- δρου καθεζομένας, εἰσελθὼν τῷ Ξάνθῳ ἀνήγγειλεν. ἐξιόντι δὲ τῷ Ξάνθῳ ἡ ἑτέρα τούτων ἀπέπτη. καὶ ὁ Ξάνθος θατέραν μόνην ἰδὼν ἔφη· „οὐκ εἶπάς μοι, κατάρατε, δύο ἑωρακέναι“; καὶ ὅς· „οὕτως· ἀλλ᾿ ἡ ἑτέρα ἀπέπτη“. καὶ ὁ Ξάνθος· ,,ἐπέλιπέ σοι, δραπέτα, τὸ χλευάζειν με“; καὶ κελεύει αὐτὸν γυ- μνωθέντα τύπτεσθαι. τοῦ δʼ Αἰσώπου μαστιζομέ- νου, προσελθών τις ἐκάλει ἐπὶ δεῖπνον τὸν Ξάνθον. καὶ ὁ Αἴσωπος [ἔτι] τυπτόμενος ἀνεβόησεν· „οἴμοι τῷ δυστήνῳ· ἐγὼ μὲν γὰρ ὁ τὸ δικόρωνον ἰδὼν τύπτομαι, σὺ δʼ ὁ μίαν ἰδών μόνην εἰς εὐωχίαν ἄπει. ἕωλος ἄρʼ ἦν ἡ οἰωνοσκοπία.“ καὶ ὁ Ξάνθος τὸ ἀγχί- νουναὐτοῦ θαυμιάσας, παύσασθαι κελεύει τυπτόμενον.

---

Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1), ed. Alfred Eberhard. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1765.tlg003.local001/.
