# Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1) 19

Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1), Chapter 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/vitae-aesopi/vita-aesopi-pl-vel-accursiana-sub-auctore-maximo-planude-recensio-1/19

Μετὰ δʼ οὐ πολλὰς ἡμέρας φιλοσόφους καὶ ῥήτορας καλέσας ὁ Ξάνθος, ἐκέλευσε τῷ Αἰσώπῳ πρὸ τοῦ πυλῶνος στῆναι καὶ μηδένα τῶν ἰδιω- τῶν εἰσελθεῖν συγχωρῆσαι, ἀλλʼ ἢ τούς σοφούς μόνους. τῇ δὲ ὥρᾳ τοῦ ἀρίστου κλείσας Αἴσωπος τὸν πυλῶνα, ἐντὸς ἐκαθέσθη. τῶν κεκλημένων δέ τινος ἐλθόντος καὶ τὴν θύραν κόπτοντος, Αἴσωπος ἔνδοθεν ἔφη· „τί σείει ὁ κάων;“ ὃ δὲ νομίσας κύων κληθῆναι, ὀργισθεὶς ἀνεχώρησεν. οὕτως οὖν ἕκαστος ἀφικνούμενος, αὖθις ἀπῄει σὺν ὀργῇ, νομίζων ὑβρί- ζεσθαι, τοῦ Αἰσώπου ταὐτὰ πάντας ἔνδοθεν ἐρω- τῶντος. ἑνὸς δʼ αὐτῶν κόψαντος καὶ ,,τί σείει ὁ κύων“; ἀκούσαντος, καὶ ,,τήν τε κέρκον καὶ τὰ ὦτα“ ἀποκριθέντος, Αἴσωπος αὐτὸν ὀρθῶς δοκιμά- σας ἀποκεκρίσθαι, ἀνοίξας πρὸς τὸν δεσπότην ἤγαγε καὶ φησίν· „οὐδεὶς τῶν φιλοσόφων συνεστιαθῆναί σοι ἦλθεν, ὦ δέσποτα, πλὴν οὗτος μόνος“. καὶ ὁ Ξάνθος σφόδρα ἠθύμησε, παραλελογίσθαι οἰηθεὶς ὑπὸ τῶν κληθέντων. τῇ δʼ ὑστεραίᾳ συνελθόντες οἱ κληθέντες ἐπὶ τὴν διατριβήν, ἐνεκάλουν τῷ Ξάνθῳ, φάσκοντες· „ὡς ἔοικας, ὦ καθηγητά, ἐπε- θύμεις μὲν αὐτὸς ἐξουδενῶσαι ἡμᾶς, αἰδούμενος δέ, τὸν σαπρὸν ἐπὶ τοῦ πυλῶνος ἔστησας Αἴσωπον, ὡς προπηλακίσαι καὶ κύνας ἡμᾶς ἀποκαλέσαι.“ καὶ ὁ Ξάνθος· „ὄναρ τοῦτ ἔδτιν, ἢ ὕπαρ“; κἀκεῖνοι· „εἰ μή ῥέγχομεν, ὕπαρ“. καὶ δὴ τάχος μετακληθεὶς Αἴ- σωπος καὶ ἐρωτηθεὶς σὺν ὀργῇ, τοῦ χάριν ἀτίμως τούς φίλους ἀπέστρεψεν, ἔφη· ,οὐχὶ σύ μοι, δέσποτα, ἐνετείλω, μή τινα τῶν ἰδιωτῶν καὶ ἀμαθῶν ἀνδρῶν ἐᾶσοι πρὸς τὴν σὴν συνεισελθεῖν εὐωχίαν, ἀλλʼ ἢ τοὺς σοφούς μόνους“; καὶ ὁ Ξάνθος· „καὶ τίνες οὗτοι; οὐ τῶν σορῶν“; καὶ ὁ Αἴσωπος· „οὐδεμιᾷ μηχανῇ· αὐτῶν γὰρ κοπτόντων τὴν θύραν, κἀμοῦ ἔνδοθεν ἐρωτῶντος „τί ποτε σείει ὁ κύων“ ,οὐδʼ ὁστι- σοῦν αὐτῶν συνῆκε τὸν λόγον. ἐγὼ γοῦν ὡς ἀμα- θῶν πάντων φανέντων, οὐδένα τούτων εἰσήγαγον, πλὴν τὸν σοφῶς τοῦτον ἀποκριθέντα μόνον.“ οὕτως οὖν τοῦ Αἰσώπου ἀπολελογημένου, ὀρθῶς ἅπαντες λέγειν αὐτὸν ἐψηφίσαντο.

---

Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1), ed. Alfred Eberhard. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1765.tlg003.local001/.
