# Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1) 20

Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1), Chapter 20. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/vitae-aesopi/vita-aesopi-pl-vel-accursiana-sub-auctore-maximo-planude-recensio-1/20

Καὶ μεθʼ ἡμέρας πάλιν τινὰς, ὁ Ξάνθος ἑπομένου τοῦ Αἰσώπου πρὸς τὰ μνήματα παρεγένετο, καὶ ἃ ἐν ταῖς λάρναξιν ἐπιγράμματα ἦν ἀναγινώσκων, ἑαυτὸν ἔτερπε. τοῦ δʼ Αἰσώπου ἔν τινι τούτων ἐγκεχαραγμένα στοιχεῖα ταῦτα ἰδόντος, α. β. δ. ο. ε. θ. χ., ἐπιδείξαντός τε τῷ Ξάνθῳ καὶ ἐρομένου εἰ ἄρα ταῦτα εἰδείη, ἐπιμελῶς ἐκεῖνος σκεψάμενος, οὐχ οἷός τʼ ἐγένετο τὴν τούτων εὑρεῖν διασάφησιν, καὶ ὡμολόγησεν ἀπορῆσαι τοῖς ὅλοις. καὶ ὁ Αἴσωπος· „εἰ διὰ ταύτης τῆς στήλης, ὦ δέσποτα, θησαυρὸν ὑποδείξω σοι, τίνι με ἀμείψῃ;“ καὶ ὅς· „θάρσει· λήψῃ γὰρ τὴν ἐλευθερίαν σου καὶ τὸ ἥμισυ τοῦ χρυσίου.“ τότε ὁ Αἴσωπος ἀποσχών τῆς στήλης βήματα τέτταρα καὶ ὀρύξας, ἀνέλαβέ τε τὸν θησαυ- ρὸν καὶ ἤνεγκε τῷ δεσπότῃ, λέγων· „δός μοι τὴν ἐπαγγελίαν, διʼ ἧς εὗρες τὸν θησαυρόν“. καὶ ὁ Ξάνθος· ,,οὐχ ὅσα κἀμὲ εἰδέναι, εἰ μὴ καὶ τὸν νοῦν τῶν στοιχείων μοι φράσεις. τὸ γὰρ μαθεῖν τοῦτο πολὺ τοῦ εὑρήματος ἐμοὶ τιμιώτερον“. καὶ ὁ Αἴσω- πος· „ὁ τὸν θησαυρὸν κατορύξας ἐνταῦθα ὡς σοφὸς ἀνὴρ τὰ στοιχεῖα διεχάραξε ταῦτα, ἃ καὶ φησίν· α, ἀποβάς· β, βήματα· δ, τέτταρα· ο, ὀρύξας· ε, εὑρή- σεις· θ, θησαυρόν χ, χρυσίου.“ καὶ ὁ Ξάνθος· „ἐπει- δήπερ οὕτως ἐπήβολος εἶ καὶ πανοῦργος, οὐ λήψῃ σου τὴν ἐλευθερίαν“. καὶ ὁ Αἴσωπος· „ἀναγγελῶ δοθῆναι, ὦ δέσποτα, τὸ χρυσίον τῷ βασιλεῖ Βυζαν- τίων. ἐκείνῳ γὰρ τεταμίευται“. καὶ ὁ Ξάνθος· „πόθεν τοῦτʼ οἶσθα“; κἀκεῖνος· „ἐκ τῶν στοιχείων. τοῦτο γάρ φησιν· α, ἀπόδος· β, βασιλεῖ· δ, Διονυ- σίῳ· ο, ὅν· ε, εὗρες· θ, θησαυρόν· χ, χρυσίου. καὶ ὁ Ξάνθος τοῦ βασιλέως ἀκούσας εἶναι τὸ χρυ- σίον, τῷ Αἰσώπῳ ἔφη· „λαβὼν τὸ ἥμισυ τοῦ ἑρ- μαίου, ἡσύχασον“. κἀνεῖνος· ,,οὐ σύ μοι νῦν τοῦτο παρέχεις, ἀλλ᾿ ὁ τὸ χρυσίον ἐνταυθὶ κατορύξας. καὶ ὅπως, ἄκουσον. τοῦτο γὰρ λέγει τὰ γράμματα· α, ἀνελόμενοι· β, βαδίσαντες· δ, διέλεσθε· ο, ὅν· ε, εὕρετε· θ, θησαυρόν· χ, χρυσίου.“ καὶ ὁ Ξάνθος „δεῦρο“ φησίν εἰς τὴν οἰκίαν, ὡς ἂν καὶ τὸν θη- σαυρὸν διελώμεθα, καὶ σὺ τὴν ἐλευθερίαν ἀπολά- βῃς“. ἐλθόντων οὖν, ὁ Ξάνθος φοβούμενος τὸ τοῦ Αἰσώπου λάλον, εἰς εἰρκτὴν αὐτὸν ἐκέλευσεν ἐμβλη- θῆναι. καὶ ὁ Αἴσωπος ἀπαγόμενος „τοιαῦται“ φησίν „εἰσὶν αἱ ὑποσχέσεις τῶν φιλοσόφων; οὐχ ὅτι γὰρ οὐκ ἀ πολαμβάνω μου τὴν ἐλευθερίαν, ἀλλὰ καὶ εἰς δεσμ ωτήριον κελεύεις βληθῆναί με.“ ὁ μὲν οὖν Ξάν- θος ἐκέλευσεν αὐτὸν ἀπολυθῆναι, καὶ πρὸς αὐτὸν ἔφη ,πάνυ καλῶς φὴς, ἵνʼ ἐλευθερίας τυχών, σφο- δρότερός μου γένῃ κατήγορος“. ὁ δὲ Αἴσωπος εἶπεν· „ὅτι ποτέ με κακὸν ἔχεις ποιεῖν, ποίει. πάντως καὶ ἄκων ἐλευθερώσεις με.“ Κατὰ δὲ τοὺς καιροὺς τούτους συνέπεσέ τι τοι- οῦτον ἐν Σάμῳ. πανδήμου ἑορτῆς ἀγομένης αἴφνης,

---

Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1), ed. Alfred Eberhard. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1765.tlg003.local001/.
