# Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1) 21.1

Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1), Chapter 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/vitae-aesopi/vita-aesopi-pl-vel-accursiana-sub-auctore-maximo-planude-recensio-1/21.1

ἀετὸς καταπτὰς καὶ τὸν δημόσιον ἁρπάσας δακτύ- λιον, εἰς δούλου κόλπον ἀφῆκεν. οἱ μὲν οὖν Σά- μιοι θροηθέντες καὶ εἰς πλείστην περὶ τοῦδε τοῦ σημείου πεσόντες τὴν ἀγωνίαν, κατὰ ταὐτὸν ἀθροι- σθέντες, ἤρξαντο δεῖσθαι τοῦ Ξάνθου, ἅτε πρώτου τῶν πολιτῶν ὄντος καὶ φιλοσόφου, σφίσι τὴν κρίσιν τοῦ σημείου διασαφῆσαι. ὃ δὲ τοῖς ὅλοις ἐπαπορῶν, χρόνον ᾔτησε. καὶ ἀφικόμενος οἴκαδε, πολύς ἦν ἀθυμῶν καὶ τῇ λύπῃ βαπτιζόμενος, οἷα δὴ μηδὲν κρῖναι δυνάμενος. ὁ δʼ Αἴσωπος τὴν ἀθυμίαν συν- νοήσας τοῦ Ξάνθου, προσελθών λέγει· „τοῦ χάριν, δέσποτα, οὕτω διατελεῖς ἀθυμῶν ; ἐμοὶ προσανά- θου, χαίρειν εἰπὼν τῷ λυπεῖσθαι· αὔριον δʼ εἰς ἀγο- ρὰν προελθών, εἰπὲ τοῖς Σαμίοις ὡς „Ἐγὼ μὲν οὔτε σημειολυτεῖν ἐπαιδεύθην οὔτʼ οἰωνοσκοπεῖν, παῖς δέ μοι πρόσεστι πολλῶν πεῖραν εἰδώς· αὐτὸς ὑμῖν τὸ ζητούμενον λύσει.“ κἂν μὲν αὐτὸς ἐπιτύχω τῆς λύσεως, δέσποτα, σὺ τὴν δόξαν ἀποίσῃ τοιούτῳ χρώ- μενος δούλῳ· ἂν δʼ ἀποτύχω, ἐμοὶ μόνῳ ἡ ἐντεῦ- θεν προστριβήσεται ὕβρις.“ πεισθεὶς οὖν ὁ Ξάνθος καὶ τῇ ὑστεραίᾳ εἰς τὸ θέατρον ἀπαντήσας καὶ κα- ταστὰς εἰς τὸ μέσον, κατὰ τὰς ὑποθήκας Αἰσώπου διελέχθη τοῖς συνελθοῦσιν. οἳ δʼ εὐθέως ἠξίουν κληθῆναι τὸν Αἴσωπον. τοῦ δʼ ἀφικομένου καὶ στάντος ἐπὶ τὸ μέσον, οἱ Σάμιοι τὴν ὄψιν αὐτοῦ κατανοήσαντες, ἐρεσχελοῦντες ἐφώνουν· „αὕτη ἡ ὄψις σημεῖον λύσει ; ἐκ τοῦ αἰσχροῦ τούτου τί ποτε καλὸν ἀκουσόμεθα;“ καὶ γελᾶν ἤρξαντο. καὶ ὁ Αἴσωπος κατασείσας τῇ χειρὶ καὶ ἡσυχίαν αἰτήσας γενέσθαι, φησίν· ,,ἄνδρες Σάμιοι, τί μου τὴν ὄψιν σκώπτετε ; οὐκ εἰς τὴν ὄψιν, ἀλλʼ εἰς τὸν νοῦν ἀπο- βλέπειν χρή. πολλάκις γὰρ καὶ τῇ φαύλῃ μορφῇ χρηστὸν νοῦν ἡ φύσις ἐνέθηκεν. ἢ τὴν ἔξωθεν τῶν κεραμίων μορφὴν σκοπεῖτε ὑμεῖς, ἀλλʼ οὐ τὴν ἐντὸς γεῦσιν τοῦ οἴνου;“ ταῦτα τοῦ Αἰσώπου πάντες ἀκούσαντες, ἔλεγον· ,,Αἴσωπε, εἴ τι δύνασαι, λέγε τῇ πόλει“. καὶ ὃς μετὰ παρρησίας ἔφη· „ἄνδρες Σάμιοι, ἐπειδήπερ ἡ τύχη φιλόνεικος οὖσα δόξης ἀγῶνα τέθεικε δεσπότῃ καὶ δούλῳ, κἂν μὲν ὁ δοῦ- λος ἥττων τοῦ δεσπότου φανῇ, διὰ μαστίγων ἐλεύ- σεται, εἰ δʼ ἀμείνων, οὐδὲν ἔλαττον καὶ οὕτω πληγαῖς ξανθήσεται, εἰ ὑμεῖς διὰ τῆς ἐμῆς ἐλευ- θερίας παρρησίαν χαρίσοισθέ μοι, ἐγὼ νῦν ὑμῖν ἀδεῶς τὸ ζητούμενον φράσω.“ τότε ὁ δῆμος ἀπὸ μιᾶς γλώττης πρὸς τὸν Ξάνθον ἐβόων· ,,ἐλευθέρω- σον Αἴσωπον, ὑπάκουσον Σαμίοις. χάρισαι τὴν ἐλευ- θερίαν αὐτοῦ τῇ πόλει·“ ὁ δὲ Ξάνθος οὐκ ἐπένευε. καὶ ὁ πρύτανις ἔφη· „Ξάνθε, εἰ μή σοι δοκεῖ ὑπα- κοῦσαι τῷ δήμῳ, ἐγὼ τῆσδε τῆς ὥρας Αἴσωπον ἀπε- λεύθερον ἂν ποιήσαιμι, καὶ τότε σοι ὁμότιμος ἔσται.“ τηνικαῦτα τοίνυν ὁ Ξάνθος ἀνάγκῃ τὴν ἐλευθερίαν ἐπέδωκε. καὶ ὁ κήρυξ ἐβόα· ,,Ξάνθος ὁ φιλό- σοφος ἐλευθεροῖ Σαμίοις Αἴσωπον.“ κἀν τούτῳ πέρας ὁ τοῦ Αἰσώπου λόγος εἰλήφει, φαμένου πρὸς τὸν Ξάνθον ὡς ,,καὶ ἄκων ἐλευθερώσεις με.“' Αἴσωπος οὖν ἐλευθερίας τυχών, στὰς εἰς τὸ μέσον ἔφη· ,,ἄνδρες Σάμιοι, ὁ μὲν ἀετός, ὡς ἴστε, βασιλεὺς τῶν ὀρνίθων ἐστίν. ὅτι δὲ τὸν στρατηγι- κὸν δακτύλιον οὗτος ἁρπάσας ἀφῆκεν εἰς δούλου κόλπον, τοῦτο σημαίνειν δῆλον, ὅτι τῶν νυνὶ βασι- λέων τις βούλεται ὑμῶν τὴν ἐλευθερίαν δουλῶ- σαι, καὶ τούς κυρίους νόμους ἀκύρους δεῖξαι. ταῦτα οἱ μὲν Σάμιοι ἀκούσαντες, κατηφείας ἐπλήσθησαν.

---

Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1), ed. Alfred Eberhard. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1765.tlg003.local001/.
