# Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1) 3

Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1), Chapter 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/vitae-aesopi/vita-aesopi-pl-vel-accursiana-sub-auctore-maximo-planude-recensio-1/3

Οὕτω μὲν οὖν Αἴσωπος ὑπερησθεὶς τῷ πράγματι, πάλιν ἤρξατο σκάπτειν. τοῦ δʼ ἐφεστηκότος τῷ ἀγρῷ —Ζηνᾶς ἦν αὐτῷ τοὔνομα — πρὸς τοὺς ἐργαζομένους ἐλθόντος καὶ τούτων ἕνα, ἐπειδὴ μικρὸν ἐσφάλη τοῦ ἔργου, τῇ ῥάβδῳ πατάξαντος, Αἴσωπος παραχρῆμα ἀνέκραγεν· ,,ἄνθρωπε, τοῦ χάριν τὸν μηδὲν ἠδικηκότα οὕτως αἰκίζῃ καὶ πᾶσιν εἰκῆ πληγὰς ἐμφορεῖς διʼ ἡμέ- ρας ; πάντως ἀναγγελῶ ταῦτα τῷ κεκτημένῳ.“ Ζηνᾶς δὲ ταῦτα τοὺ Αἰσώπου ἀκούσας, ἐξεπλάγη τε οὐ μέ- σως, καὶ πρὸς ἑαυτὸν εἶπεν· ,,Αἴσωπος λαλεῖν ἀρξά- μενος οὐδὲν ἐμοὶ ὄφελος ἔσται. φθάσας τοίνυν αὐτοῦ κατηγορήσω αὐτὸς ἐπὶ τοῦ δεσπότου, πρὶν αὐτὸς τοῦτʼ αὐτὸ δράσῃ, καί με ὁ δεσπότης τῆς ἐπιτροπῆς παραλύσῃ.“ ταῦτʼ εἰπὼν εὐθύ τῆς πόλεως πρὸς τὸν δεσπότην ἤλαυνε. καὶ δὴ σύν θορύβῳ προσελθών, „χαῖρε“ φησί„δέσποτα“. ὃ δέ „τί τεθορυβημένος πά- ρει;“ φησί· καὶ ὁ Ζηνᾶς· „χρῆμά τι τερατῶδες ἐν τῷ ἀγρῷ συνέβη“ .καὶ ὁ δεσπότης „ἦ πού τι δένδρον παρὰ καιρὸν [καρπὸν] ἤνεγκεν; ἢ τῶν κτηνῶν τι παρὰ φύσιν ἐγέννησεν“; καὶ ὅς· ,,οὐχ οὕτως, ἀλλʼ Αἴσωπος ἄναυ- δος τὸ πρότερον ὢν νυνὶ λαλεῖν ἤρξατο.“ καὶ ὁ δεσπό- της „οὕτω σοι μηδὲν τῶν ἀγαθῶν γένοιτο, τοῦτο νομί- ζοντι τέρας εἶναι.“ ὃ δέ „καὶ μάλα·“ φησίν „ἃ μὲν γὰρ εἰς ἐμὲ περιύβρισεν, ἑκών παρίημι, δέσποτα· εἰς δὲ σὲ καὶ θεούς οὐ φορητὰ βλασφημεῖ.“ ἐπὶ τούτοις ὀργῇ ληφθεὶς ὁ δεσπότης τῷ Ζηνᾷ φησιν· „ἰδού σοι παρα- δέδοται Αἴσωπος· ἀπόδου, δώρησαι, ὃ βούλει ἐπʼ αὐτῷ ποίησον. “τοῦ δὲ Ζηνᾶ ἐπʼαὐτῷ γενόμενον παρα- λαβόντος τὸν Αἴσωπον καὶ τὴν κατʼ αὐτοῦ δεσπο- τείαν αὐτῷ ἀναγγείλαντος, ἐκεῖνος ,,ὅ τι δήποτε βου- λομένῳ σοί ἐστι“ φησίν „ἔργασαι“.

---

Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1), ed. Alfred Eberhard. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1765.tlg003.local001/.
