# Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1) 30

Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1), Chapter 30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/vitae-aesopi/vita-aesopi-pl-vel-accursiana-sub-auctore-maximo-planude-recensio-1/30

καὶ φησίν· ,,εἰσί μοι θήλειαι ὧδε ἵπποι, αἵπερ ἐπειδὰν ἀκούσωσι τῶν ἐν Βαβυ- λῶνι ἵππων χρεμετιζόντων, εὐθὺς σνλλαμβάνουσιν. εἴ σοι πρὸς τοῦτο πάρεστι σοφία, ἐπίδειξαι.“ καὶ ὁ Αἴσωπος ,,αὔριον ἀποκρινοῦμαί σοι, βασιλεῦ “ἐλθὼν δʼ οὐ κατήγετο, αἴλουρον τοῖς παισὶν ἐκέλευσε συλ- λαβεῖν, καὶ συλληφθέντα δημοσίᾳ περιάγεσθαι μα- κτιζόμενον. οἱ δὲ Αἰγύπτιοι τὸ ζῷον σεβόμενοι, οὕτω κακῶς πάσχον αὐτὸ θεασάμενοί, συνέδραμον, καὶ τὸν αἴλουρον τῆς χειρὸς τῶν μαστιγούντων ἐκσπάσαντες, ἀναγγέλλουσιν ὡς τάχος τῷ βασιλεῖ τὸ πάθος. ὃ δὲ καλέσας τὸν Αἴσωπον, ,,οὐκ ᾔδεις“ φησίν ,,Αἴσωπε, ὡς θεὸς σεβόμενος παρʼ ἡμῖν ἔστιν αἴλουρος ; ἵνα τι γοῦν τοῦτο πεποίηκας;“ καὶ ὅς ,,Λυκῆρον τὸν βασιλέα ἠδίκησεν, ὦ βασιλεῦ, τῆς παρελθούσης νυκτὸς οὗτος ὁ αἴλουρος· ἀλεκτρυόνα γὰρ αὐτοῦ πεφόνευκε μάχιμον καὶ γενναῖον, προ- σέτι μὴν καὶ τὰς ὥρας αὐτῷ τῆς νυκτὸς σημαίνοντα.“ καὶ ὁ βασιλεύς· „οὐκ αἰσχύνῃ ψευδόμενος, Αἴσωπε; πῶς γὰρ ἐν μιᾷ νυκτὶ αἴλουρος ἀπʼ Αἰγύπτου ἦλθεν εἰς Βαβυλῶνα“; κἀκεῖνος μειδιάσας φησί· „καὶ πῶς, ὦ βασιλεῦ, ἐν Βαβυλῶνι τῶν ἵππων χρεμετιζόντων, αἱ ἐνθάδε θήλειαι ἵπποι συλλαμβάνουσιν;“ ὁ δὲ βασι- λεὺς ταῦτα ἀκούσας, τὴν αὐτοῦ φρόνησιν ἐμακάρισε.

---

Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1), ed. Alfred Eberhard. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1765.tlg003.local001/.
