# Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1) 31

Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1), Chapter 31. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/vitae-aesopi/vita-aesopi-pl-vel-accursiana-sub-auctore-maximo-planude-recensio-1/31

μετὰ δὲ ταῦτα μεταπεμψάμενος τῶν ἀφʼ Ἡλίου πό- λεως ἄνδρας ζητημάτων σοφιστικῶν ἐπιστήμονας, καὶ περὶ τοῦ Αἰσώπου διαλεχθεὶς αὐτοῖς, ἐκάλεσεν ἅμα τῷ Αἰσώπῳ ἐπʼ εὐωχίαν. ἀνακλιθέντων οὖν αὐτῶν, τῶν Ἡλίου πολιτῶν τίς φησι πρὸς τὸν Αἴσω- πον· ,,ἀπεστάλην παρὰ τοῦ θεοῦ μου πεῦσίν τινα πυθέσθαι σου, ὡς ἂν αὐτὴν ἐπιλύσῃς.“ καὶ ὁ Αἴ- σωπος ,,ψεύδῃ· θεὸς γὰρ παρὰ ἀνθρώπου οὐδὲν δεῖ- ται μαθεῖν. σὴ δʼ οὐ μόνον σαυτοῦ κατηγορεῖς, ἀλλὰ καὶ τοῦ θεοῦ σου. ἕτερος πάλιν εἶπεν· „ἔστι ναὸς μέγας καὶ ἐν αὐτῷ στῦλος, δώδεκα πόλεις ἔχων, ὧν ἑκάστη τριάκοντα δοκοῖς ἐστέγασται. τούτους δὲ περιίασι δύο γυναῖκες.“ καὶ ὁ Αἴσωπος ἔφη· „τοῦτο τὸ πρόβλημα καὶ οἱ παρʼ ἡμῖν ἐπιλύσονται παῖδες· νσὸς μὲν γάρ ἐστιν οὗτος ὁ κόσμος, στῦλος δὲ ὁ ἐνιαυτός, αἱ δὲ πόλεις οἱ μῆνες, καὶ δοκοὶ αἱ τού- των ἡμέραι, ἡμέρα δὲ καὶ νὺξ αἱ δύο γυναῖκες, αἳ παραλλὰξ ἀλλήλας διαδέχονται.“

---

Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1), ed. Alfred Eberhard. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1765.tlg003.local001/.
