# Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1) 32

Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1), Chapter 32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/vitae-aesopi/vita-aesopi-pl-vel-accursiana-sub-auctore-maximo-planude-recensio-1/32

τῇ δὲ ἐφεξῆς ἡμέρᾳ συγκαλέσας τοὺς φίλους ἅπαντας ὁ Νεκτεναβώ φησι· „διὰ τὸν Αἴσωπον τοῦτον ὀφλήσομεν φόρους τῷ βα- σιλεῖ Λυκήρῳ.“ εἷς δέ τις αὐτῶν εἶπε· „κελεύσωμεν αὐτῷ προβλήματα φράσαι ἡμῖν, περὶ ὧν οὔτʼ εἴδο- μεν, οὔτʼ ἠκούσαμεν“. ἀρεστὸν οὖν τοῦτο τῷ Νεκτε- ναβῷ δόξαν, καλέσας τὸν Αἴσωπον ἔφη φράσον ἡμῖν, Αἴσωπε, πρόβλημα περὶ οὐ οὐτʼ εἴδομεν οὔτʼ ἠκούσαμεν.“ καὶ ὅς· „αὔριον περὶ τούτου ὑμῖν ἀπο- κρινοῦμαι.“ ἀπελθὼν οὖν καὶ συνταξάμενος γραμ ματεῖον, ἐν ᾧ περιείχετο Νεκτεναβὼ ὁμολογῶν χίλια τάλαντα τῷ Λυκήρῳ ὀφείλειν, πρωίας ἐπανελθών τῷ βασιλεῖ τὸ γραμματεῖον ἐπέδωκεν. οἱ δὲ τοῦ βασι- λέως φίλοι πρὶν ἀνοιχθῆναι τὸ γραμματεῖον, πάντες ἔλεγον „καὶ εἴδομεν τοῦτο καὶ ἠκούσαμεν, καὶ ἀλη- θῶς ἐπιστάμεθα.“ καὶ ὁ Αἴσωπος· ,,χάριν ὑμῖν οἶδα τῆς ἀποδόσεως ἕνεκεν“. ὁ δὲ Νεκτεναβὼ τὴν ὁμολογίαν τῆς ὀφειλῆς ἀναγνοὺς, εἶπεν· „ἐμοῦ Λυ- κήρῳ μηδὲν ὀφείλοντος πάντες ὑμεῖς μαρτυρεῖτε;“ κἀκεῖνοι μεταβαλόντες εἶπον· „οὔτʼ εἴδομεν οὔτʼ ἠκούσαμεν“. καὶ ὁ Αἴσωπος· „καὶ εἰ ταῦθʼ οὕτως ἔχει, λέλυται τὸ ζητούμενον“. καὶ ὁ Νεκτεναβὼ πρὸς ταῦτα· „μακάριός ἐστι Λυκῆρος τοιαύτην σοφίαν ἐν τῇ βασιλείᾳ ἑαυτοῦ κεκτημένος“. τοὺς οὖν συμφω- νηθέντας φόρους παραδούς τῷ Αἰσώπῳ, ἐν εἰρήνῃ ἀπέστειλεν. Αἴσωπος δʼ εἰς Βαβυλῶνα παραγενό- μενος, διεξῆλθέ τε Λυκήρῳ τὰ ἐν Αἰγύπτῳ πρα- χθέντα πάντα καὶ τούς φόρους ἀπέδωκε. Λυκῆρος δʼ ἐκέλευσεν ἀνδριάντα χρυσοῦν τῷ Αἰσώπῳ ἀνα- τεθῆναι.

---

Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1), ed. Alfred Eberhard. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1765.tlg003.local001/.
