# Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1) 33.1

Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1), Chapter 33. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/vitae-aesopi/vita-aesopi-pl-vel-accursiana-sub-auctore-maximo-planude-recensio-1/33.1

μετὰ δʼ οὐ πολύν χρόνον Αἴσωπος εἰς Ἑλ- λάδα ἐβουλεύσατο πλεῦσαι. καὶ δὴ τῷ βασιλεῖ συν- ταξάμενος ἀπεδήμησεν, ὅρκον δούς αὐτῷ πρότερον, ἦ μὴν ἐπανήξειν εἰς Βαβυλῶνα κἀκεῖ τοῦ λοιποῦ διαβιώσειν. περιιὼν δὲ τὰς Ἑλληνίδας πόλεις καὶ τὴν ἑαυτοῦ σοφίαν ἐπιδεικνύμενος, ἦλθε καὶ εἰς Δελφούς. οἱ δὲ Δελφοὶ διαλεγομένου μὲν ἠκροῶντο ἡδέως, τιμῆς δὲ καὶ θεραπείας εἰς αὐτὸν οὐδʼ ὁτι- οῦν ἔδρασαν. ὃ δὲ πρὸς αὐτούς ὑπολαβών ἔφη· „ἄνδρες Δελφοί, ἔπεισί μοι ξύλῳ ὑμᾶς εἰκάζειν τῷ ἐν θαλάσσῃ φερομένῳ· κἀκεῖνο γὰρ ὁρῶντες ἐκ πολ- λοῦ διαστήματος ὑπὸ κυμάτων φερόμενον, πολλοῦ τινος ἄξιον εἶναι οἰόμεθα, ἐπειδὰν δʼ ἐγγυτάτω προσέλθῃ, εὐτελέστατον φαίνεται. κἀγὼ γοῦν πόρ- ρωθεν τῆς ὑμῶν πόλεως ὤν, ὥς τινας τῶν ἀξίων λόγου ὑμᾶς ἐθαύμαζον· νυνὶ δʼ ἐλθὼν ὡς ὑμᾶς, πάντων ὡς εἰπεῖν ἀνθρώπων εὗρον ἀχρειοτέρους· οὕτω πεπλάνημαι.“ ταῦτα ἀκούσαντες οἱ Δελφοὶ καὶ δείσαντες μήπως Αἴσωπος καὶ πρὸς τὰς ἄλλας πόλεις βαδίζων κακῶς αὐτούς λέγῃ, βουλὴν ἐβουλεύ- σαντο δόλῳ τὸν ἄνθρωπον ἀνελεῖν. καὶ δῆτα χρυσῆν φιάλην ἐκτοῦ παρ αὐτοῖς ἱεροῦ τοῦ Ἀπόλλωνος ἀνε- λόμενοι, λάθρα τοῖς Αἰσώπου κατέκρυψαν στρώμασι. τοῦ δʼ Αἰσώπου τὰ ὐπ’ αὐτῶν ἀγνοοῦντος σκαιω- ρηθέντα, ἐξελθών ἐπορεύετο εἰς Φωκίδα. οἱ Δελ- φοὶ δʼ ἐπιδραμόντες καὶ κατασχόντες αὐτόν, ἀνέ- κρινον ὡς ἱεροσυληκότα. τοῦ δʼ ἀρνουμένου μηδὲν πεπραχέναι τοιοῦτον, ἐκεῖνοι πρὸς βίαν τὰ στρώματα ἀναπτύξαντες τὴν χρυσῆν εὗρον φιάλην. ἣν καὶ ἀναλαβόντες, τοῖς ἐν τῇ πόλει πᾶσιν ἐπεδείκνυσαν οὐ σὺν ὀλίγῳ θορύβῳ. ὁ μὲν οὖν Αἴσωπος τὴν ἐκείνων συννοήσας ἐπιβουλήν, ἐδεῖτο αὐτῶν ἀπολυ- θῆναι. οἳ δʼ οὐ μόνον οὐκ ἀπέλυσαν, ἀλλʼ ὡς ἱερο- συλήσαντα καὶ εἰς τὸ δεσμωτήριον ἐνέβαλον, θάνα- τον αὐτοῦ καταψηφισάμενοι. Αἴσωπος δὲ μηδεμιᾷ μηχανῇ τῆς πονηρὰς τῆσδε τύχης σωθῆναι δυνάμε- νος, ἑαυτὸν ἐπὶ τῆς εἰρκτῆς ἐθρήνει καθήμενος. τῶν συνήθων δέ τις αὐτῷ, Δημᾶς τοὔνομα, πρὸς αὐτὸν εἰσελθών καὶ ἰδών οὕτως ὀλοφυρόμενον, τὴν αἰτίαν τοῦ πάθους ἤρετο. καὶ ὃς ἔφη „γυνή τις προσφά- τως τὸν ἑαυτῆς ἄνδρα θάψασα, καθʼ ἡμέραν ἀπιοῦσα πρὸς τὸ μνημεῖον ἐθρήνει. ἀροτριῶν δέ τις οὐ πόρρω τοῦ μνήματος, εἰς ἐπιθυμίαν ἧκε τῆς γυναικός. καὶ καταλιπών τοὺς βόας, ἦλθε καὶ αὐτὸς πρὸς τὸ μνῆμα καὶ καθίσας συνεθρήνει τῇ γυναικί. τῆς δὲ πυθομέ- νης τί δήποτε καὶ αὐτὸς οὕτως ὀδύρεται, „ὅτι κἀγώ“ φησίν ,,εὐπρεπῆ γυναῖκα κατώρυξα. καὶ ἐπειδὰν κλαύσω, τῆς λύπης κουφίζομαι.“ ἣ δέ· „κἀμοὶ τοῦτʼ αὐτὸ προσγίνεται. κἀκεῖνος· „εἰ τοίνυν τοῖς αὐτοῖς περιπεπτώκαμεν πάθεσι, τί δήποτε ἀλλήλοις μὴ σύνιμεν ; ἐγώ τε γὰρ φιλήσω σὲ ὡς ἐκείνην, κἀμὲ σύ πάλιν ὡς τὸν σαυτῆς ἄνδρα.“ ταῦτα ἔπεισε τὴν γυναῖκα, καὶ δὴ συνῆλθον. ἐν τούτῳ δὲ κλέπτης ἐλθὼν καὶ τοὺς βόας λύσας ἀπήλασεν. ὃ δʼ ἐπανελ- θὼν καὶ τοὺς βόας μὴ εὑρηκώς, κόπτεσθαί τε καὶ οἰμώζειν ἰσχυρῶς ἐνεστήσατο. ἐλθοῦσα δὲ καὶ ἡ γυνὴ καὶ ὀλοφυρόμενον εὑροῦσα, φησί· ,,πάλιν κλαίεις“; κἀκεῖνος „νῦν“ εἶπεν „ἐπ᾿ ἀληθείας κλαίω“. κἀγὼ γοῦν πολλοὺς διαδρὰς κινδύνους, νῦν τῷ ὄντι θρηνῶ, λύσιν τοῦ κακοῦ μηδαμόθεν εὑρίσκων.“ μετὰ ταῦτα παρῆσαν καὶ οἱ Δελφοὶ καὶ ἐκβαλόντες αὐτὸν τῆς εἰρκτῆς εἷλκον βιαίως ἐπὶ τοῦ κρημνοῦ. ὃ δὲ πρὸς αὐτοὺς ἔλεγεν· „ὅτε ἦν ὁμόφωνα τὰ ζῶα, μῦς βατράχῳ φιλιωθείς, εἰς δεῖπνον αὐτὸν ἐκάλεσε. καὶ ἀγαγὼν εἰς ταμιεῖον πλουσίου, ἔνθα πλεῖστα τῶν ἐδωδίμων ἦν, „εὐωχοῦ“ φησί „φίλε βάτραχε“ μετὰ δὲ τὴν ἑστίασιν καὶ ὁ βάτραχος τὸν μῦν ἐπὶ τὴν οἰκείαν ἐκάλεσε δίαιταν. „ἀλλʼ ἵνα μὴ ἀποκάμῃς“ φησί ,,νηχόμενος, μηρίνθῳ λεπτῇ τὸν σὸν πόδα τῷ ἐμαυτοῦ προσαρτήσω“. καὶ τοῦτο πράξας, ἥλατο εἰς τὴν λίμνην. αὐτοῦ δὲ καταδύντος εἰς βάθος, ὁ μῦς ἀπεπνίγετο, καὶ θνήσκων εἶπεν· „ἐγὼ μὲν ὑπὸ σοῦ θνήσκω· ἐκδικηθήσομαι δὲ ὑπὸ μείζονος. ἐπιπλέοντος τοίνυν τοῦ μυὸς ἐν τῇ λίμνῃ νεκροῦ, καταπτὰς ἀε- τός, τοῦτον ἀφήρπασε, σὺν αὐτῷ δὲ προσηρτημένον ὁμοῦ καὶ τὸν βάτραχον. καὶ οὕτως ἄμφω κατεθοι- νήσατο. κἀγὼ τοίνυν βίᾳ πρὸς ὑμῶν ἀποθνήσκων, ἕξω τὸν ἀμυνοῦντα. Βαβυλὼν γὰρ καὶ Ἑλλὰς πᾶσα τὸν ἐμὸν παρʼ ὑμῶν ἀπαιτήσουσι θάνατον.“ οἱ μὲν οὖν Δελφοὶ οὐδʼ ὣς ἐφείδοντο τοῦ Αἰσώπου. ὃ δʼ ἐπὶ τὸ τοῦ Ἀπόλλωνος κατέφυγεν ἱερόν. οἳ δὲ κἀκεῖ- θεν ἀποσπάσαντες μετʼ ὀργῆς, ἐπὶ τὸν κρημνὸν αὖ- θις εἷλκον. ὃ δʼ ἀπαγόμενος ἔλεγεν· ,,ἀκούσατέ μου, Δελφοί· λαγωὸς ὑπ’ ἀετοῦ διωκόμενος, πρὸς κοίτην κανθάρου κατέφυγε, δεόμενος ὑπ’ αὐτοῦ σωθῆναι. ὁ δὲ κάνθαρος ἠξίου τὸν ἀετὸν μὴ ἀνελεῖν τὸν ἱκέ- την, ὁρκίζων αὐτὸν καὶ κατὰ τοῦ μεγίστου Διός, ἦ μὴν μὴ καταφρονῆσοι τῆς μικρότητος αὐτοῦ. ὃ δὲ μετʼ ὀργῆς τῇ πτέρυγι ῥαπίσας τὸν κάνθαρον, τὸν λαγωὸν ἁρπάσας κατέφαγεν. ὁ δὲ κάνθαρος τῷ τε ἀετῷ συναπέπτη, ὡς τὴν καλιὰν τούτου καταμαθεῖν. καὶ δὴ προσελθών, τὰ ὠὰ τούτου κατακυλίσας διέ- φθειρε. τοῦ δὲ δεινὸν ποιησαμένου, εἴ τις τοῦτο τολμήσειε, κἀπὶ μετεωροτέρου τόπου τὸ δεύτερον νεοττοποιησαμένου, κἀκεῖ πάλιν ὁ κάνθαρος τὰ ἴσα τοῦτον διέθηκεν. ὁ δʼ ἀετὸς ἀμηχανήσας τοῖς ὅλοις, ἀναβὰς ἐπὶ τὸν Δία, τούτου γὰρ ἱερὸς εἶναι λέγεται, τοῖς αὐτοῦ γόνασι τὴν τρίτην γονὴν τῶν ὠῶν ἐπέ- θηκε, τῷ θεῷ ταῦτα παραθέμενος, καὶ ἱκετεύσας φυλάττειν. ὁ κάνθαρος δὲ κόπρου σφαῖραν ποιήσας, καὶ ἀναβάς, ἐπὶ τοῦ κόλπου τοῦ Διὸς ταύτην καθῆ- κεν ὁ δὲ Ζεὺς ἀναστὰς ἐφʼ ᾧ τὴν ὄνθον ἀποτινά- ξασθαι, καὶ τὰ ὠὰ διέρριψεν ἐκλαθόμενος· ἃ καὶ συνετρίβη πεσόντα. μαθὼν δὲ πρὸς τοῦ κανθάρου, ὅτι ταῦτʼ ἔδρασε τὸν ἀετὸν ἀμυνόμενος, οὐ γὰρ δὴ τὸν κάνθαρον ἐκεῖνος μόνον ἠδίκησεν, ἀλλὰ καὶ τὸν Δία αὐτὸν ἠσέβησε, πρὸς τὸν ἀετὸν εἶπεν ἐλθόντα, κάνθαρον εἶναι τὸν λυποῦντα, καὶ δὴ καὶ δικαίως λυπεῖν. μὴ βουλόμενος οὖν τὸ γένος τὸ τῶν ἀετῶν σπανισθῆναι, συνεβούλευε τῷ κανθάρῳ διαλλαγὰς πρὸς τὸν ἀετὸν θέσθαι· τοῦ δὲ μὴ πειθομένου, ἐκεῖ- νος εἰς καιρὸν ἕτερον τὸν τῶν ἀετῶν μετέθηκε τοκε- τόν, ἡνίκα ἂν μὴ φαίνωνται κάνθαροι. καὶ ὑμεῖς οὖν, ὦ ἄνδρες Δελφοί, μὴ ἀτιμάσητε τοῦτον δὴ τὸν θεόν, εἰς ὃν κατέφυγον, εἰ καὶ μικροῦ τετύχηκεν ἱεροῦ. οὐδὲ γὰρ ἀσεβηθεὶς περιόψεται.“ οἱ δὲ Δελ- φοὶ τούτων ὀλίγα φροντίζοντες, τὴν ἐπὶ τὸν θάνοτον ὁμοίως ἦγον. Αἴσωπος δὲ μηδενὶ τῶν ὑπ’ αὐτοῦ λεγομένων ὁρῶν καμπτομένους, πάλιν φησίν· ,,ἄν- δρες ἀνήμεροι καὶ φονῶντες, ἀκούσατε· γεωργός τις ἐπʼ ἀγροῦ γεγηρακώς, ἐπεὶ μηδέποτε εἰσῆλθεν εἰς ἄστυ, παρεκάλει τοὺς οἰκείους τοῦτο θεάσασθαι. οἳ δὲ ζεύξαντες ὀνάρια καὶ ἐπὶ τῆς ἀπήνης αὐτὸν ἀνα- βιβασάμενοι, μόνον ἐκέλευσαν ἐλαύνειν. ὁδεύοντι δὲ χειμῶνος καὶ θυέλλης τὸν ἀέρα καταλαβόντων καὶ ζόφου γενομένου, τὰ ὀνάρια τῆς ὀδοῦ πλανηθέντα, εἰς τινα κρημνὸν ἐξετόπισαν τὸν πρεσβύτην. ὃ δὲ μέλλων ἤδη κατακρημνίζεσθαι, ‘ὦ Ζεῦʼ εἶπε, ‘τί ποτέ σε ἠδίκησα, ὅτι οὕτω παρὰ λόγον ἀπόλλυμαι, καὶ ταῦτα οὔθʼ ὑφ᾿ ἵππων γενναίων οὔθ’ ἡμιόνων ἀγα- θῶν, ἀλλʼ ὀναρίων εὐτελεστάτων;’ κἀγὼ τοίνυν ἐπὶ τοῖς ἴσοις νῦν δυσχεραίνω, ὅτι μὴ ὑπ’ ἐντίμων ἀνδρῶν ἢ ἐλλογίμων, ἀλλʼ ὑπ’ ἀχρείων καὶ κακί- στων ἀπόλλυμαι.“ μέλλων δὲ ἤδη κατὰ τοῦ κρημνοῦ ἀφίεσθαι, τοιοῦτον εἴρηκε πάλιν μῦθον· „ἀνήρ τις τῆς οἰκείας ἐρασθεὶς θυγατρός, εἰς ἀγρὸν ἀπέστειλε τὴν γυναῖκα, μόνην δὲ τὴν θυγατέρα ἀπολαβὼν ἐβιάζετο. ἣ δὲ ‘πότερ’, εἶπεν, ἀνόσια πράττεις· ηὐχόμην μέντοι ὑπὸ πολλῶν ἀνδρῶν αἰσχυνθῆναι, ἢ ὑπὸ σοῦ τοῦ γεννησαμένου.ʼ τοῦτο τοίνυν καὶ ἐφʼ ὑμῶν, ὦ παράνομοι Δελφοί, λέγω· ὡς ᾐρού- μην Σκύλλῃ καὶ Χαρύβδει περιπεσεῖν καὶ ταῖς ἐν Ἀφρικῇ Σύρτεσιν, ἢ παρʼ ὑμῶν ἀδίκως καὶ ἀναξίως ἀποθανεῖν. καταρῶμαι γοῦν ὑμῶν τῇ πατρίδι, καὶ θεοὺς μαρτύρομαι, ὡς ἔξω πάσης δίκης ἀπόλλυμαι, οἵ μοι τιμωρήσουσιν εἰσακούσαντες. ἔρριψαν μὲν οὖν αὐτὸν οἱ Δελφοὶ κατὰ τοῦ κρημνοῦ, καὶ ἀπέ- θανεν. οὐ πολλῷ δʼ ὕστερον λοιμῷ συσχεθέντες, χρησμὸν ἔλαβον ἐξιλάσκεσθαι τὸν Αἰσώπου θάνατον. ᾧ καὶ ὡς συνειδότες [ἑαυτοῖς] ἀδίκως φονευθέντι, καὶ στήλην ἀνέστησαν. οἱ δʼ ἐν τῇ Ἑλλάδι πρωτεύ- οντες καὶ ὅσοι τῶν σοφωτέρων, καὶ αὐτοὶ τὰ εἰς Αἴσωπον πεπραγμένα μαθόντες, εἰς τε Δελφοὺς παρεγένοντο καὶ σὺν ἐκείνοις σκεψάμενοι, τιμωροὶ καὶ αὐτοὶ τῷ Αἰσώπου θανάτῳ γεγόνασιν.

---

Vitae Aesopi, Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1), ed. Alfred Eberhard. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1765.tlg003.local001/.
