Ancient Greek · ~3 min
Page 15
Vitae Arati Et Varia De Arato, Arati genus (+ Vita 3) (olim sub auctore Theone Alexandrino Gramm. vel Theone Alexandrino Math.) (e codd. Edimburg. % Ambros. C263) 15
Not analysed yet
Ἀλεξάνδρου τελευτὴν ἐκράτει τῆς Μακεδονίας Ἀριδαῖος ὁ κληθεὶς Φίλιππος. τούτου δὲ ἀποθανόντος, διεδέξατο Σέλευκος ὁ Νικάνωρ, ὃν ἀναιρεῖ Πτολεμαῖος ὁ κληθεὶς Κεραυνός, Πτολεμαίου τοῦ Σωτῆρος καὶ Εὐρυδίκης υἱός, ὃς βασιλεύει Μακεδονίας. ἀναιρεθέντος δὲ αὐτοῦ ὑπὸ Γαλατῶν ἑαυτοῖς αἱροῦνται Μακεδόνες Σωσθένην, μεθ' ὃν βασιλεύει αὐτῶν Ἀντίγονος Φιλίππου, οὗ γίνεται παῖς Δημήτριος ὁ Πολιορκητής, Δημητρίου δὲ Ἀντίγονος ὁ Γονατᾶς, παρ' ᾧ διέτριβεν αὐτός, καὶ σὺν αὐτῷ Περσεὺς ὁ Στωικὸς καὶ Ἀνταγόρας ὁ Ῥόδιος ὁ τὴν Θηβαίδα ποιήσας καὶ Ἀλέξανδρος ὁ Αἰτωλός, ὡς αὐτός φησιν ὁ Ἀντίγονος ἐν τοῖς πρὸς Ἱερώνυμον. ἐπισταθεὶς δὲ τῷ βασιλεῖ πρῶτον μὲν αὐτῷ ποίημα ἀνέγνω τὸ εἰς τὸν Πᾶνα τὸν Ἀρκαδίας, εἶτ' ἐκείνου κελεύσαντος ἔγραψε τὰ Φαινόμενα. ἐκέχρητο δὲ ὁ Ἄρατος