Ancient Greek
Part 1
Vitae Homeri, Plutarchi vita 1.1
Not analysed yet
1. Περιττὸν μὲν ἂν ἴσως δόξειέ τισι πολυπραγμονεῖν περὶ Ὁμήρου, ποίων τε ἦν γονέων καὶ πόθεν· ἐπεὶ μηδʼ αὐτὸς ἠξίωσεν εἰπεῖν περὶ αὑτοῦ, ἀλλʼ οὕτως ἐγκρατῶς ἔσχεν ὡς μηδὲ τὴν ἀρχὴν τοῦ ὀνόματος ἐπιμνησθῆναι. ἐπεὶ δὲ ὡς πρὸς εἰσαγωγὴν τῶν ἀρχομένων παιδεύεσθαι χρήσιμος ἡ πολυπειρία, πειρασόμεθα εἰπεῖν ὅσα ἱστόρηται τοῖς παλαιοῖς περὶ αὐτοῦ.