# Plutarchi vita 1.4

Vitae Homeri, Plutarchi vita, Part 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/vitae-homeri/plutarchi-vita/1.4

γενόμενος δὲ ἐν ἡλικίᾳ καὶ δόξαν ἐπὶ ποιητικῇ κεκτημένος ἤδη ἐπηρώτα τὸν θεὸν τίνων τε εἴη γονέων καὶ πόθεν· ὁ δʼ ἀνεῖλεν οὕτως· ἔστιν Ἴος νῆσος μητρὸς πατρίς, ἥ σε θανόντα δέξεται· ἀλλὰ νέων ἀνδρῶν αἴνιγμα φύλαξαι. φέρεται δὲ καὶ ἕτερος χρησμὸς τοιοῦτος· ὄλβιε καὶ δύσδαιμον· ἔφυς γὰρ ἐπʼ ἀμφοτέροισι· πατρίδα δίζηαι, μητρὸς δέ τοι οὐ πατρός ἐστι μητρόπολις ἐν νήσῳ ὑπὸ Κρήτης εὐρείης, Μίνωος γαίης οὔτε σχεδὸν οὔτʼ ἀποτηλοῦ. ἐν τῇ σὴ μοῖρʼ ἐστὶ τελευτῆσαι βιότοιο εὖτ’ ἂν ἀπὸ γλώσσης παίδων μὴ γνῷς ἐπακούσας δυσξύνετον σκολιοῖσι λόγοις εἰρημένον ὕμνον. δοιὰς γὰρ ζωῆς μοίρας λάχες, ἣν μὲν ἀμαυρὰν ἠελίων δισσῶν, ἣν δʼ ἀθανάτοις ἰσόμοιρον ζῶντί τε καὶ φθιμένῳ· φθίμενος δʼ ἔτι πολλὸν ἀγήρως. μετʼ οὐ πολὺν δὲ χρόνον πλέων ἐς Θήβας ἐπὶ τὰ Κρόνια· ἀγὼν δʼ οὗτος ἄγεται παρʼ αὐτοῖς μουσικός· ἦλθεν εἰς Ἴον· ἔνθα ἐπὶ πέτρας καθεζόμενος ἐθεάσατο ἁλιεῖς προσπλέοντας, ὧν ἐπύθετο εἴ τι ἔχοιεν. οἱ δὲ ἐπὶ τῷ θηρᾶσαι μὲν μηδὲν φθειρίζεσθαι δὲ διὰ τὴν ἀπορίαν τῆς θήρας οὕτως ἀπεκρίναντο· ὅσσʼ ἕλομεν λιπόμεσθʼ, ὅσσʼ οὐχ ἕλομεν φερόμεσθα, αἰνισσόμενοι ὡς ἄρα οὓς μὲν ἔλαβον τῶν φθειρῶν ἀποκτείναντες κατέλιπον· οὓς δʼ οὐκ ἔλαβον ἐν τῇ ἐσθῆτι φέροιεν. ὅπερ οὐ δυνηθεὶς συμβαλεῖν Ὅμηρος διὰ τὴν ἀθυμίαν ἐτελεύτησε. θάψαντες δʼ αὐτὸν οἱ Ἰῆται μεγαλοπρεπῶς τοιόνδε ἐπέγραψαν αὐτοῦ τῷ τάφῳ· ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύπτει ἀνδρῶν ἡρώων κοσμήτορα θεῖον Ὅμηρον. εἰσὶ μέντοι οἳ καὶ Κολοφώνιον αὐτὸν ἀποδεικνύναι πειρῶνται, μεγίστῳ τεκμηρίῳ χρώμενοι πρὸς ἀπόδειξιν τῷ ἐπὶ τοῦ ἀνδριάντος ἐπιγεγραμμένῳ ἐλεγείῳ· ἔχει δʼ οὕτως· υἱὲ Μέλητος Ὅμηρε σὺ γὰρ κλέος Ἑλλάδι πάσῃ καὶ Κολοφῶνι πάτρῃ θῆκας ἐς ἀίδιον· καὶ τάσδʼ ἀντιθέῳ ψυχῇ γεννήσαο κούρας δισσὰς ἡμιθέων γραψάμενος σελίδας. ὑμνεῖ δʼ ἡ μὲν νόστον Ὀδυσσῆος πολύπλαγκτον ἡ δὲ τὸν Ἰλιακὸν Δαρδανιδῶν πόλεμον. ἄξιον δὲ μηδὲ τὸ ὑπὸ Ἀντιπάτρου τοῦ ἐπιγραμματοποιοῦ γραφὲν ἐπίγραμμα παραλιπεῖν, ἔχον οὐκ ἀσέμνως· ἔχει δʼ οὕτως· οἱ μέν σευ Κολοφῶνα τιθηνήτειραν Ὅμηρε, οἱ δὲ καλὰν Σμύρναν, οἱ δʼ ἐνέπουσι Χίον· οἱ δʼ Ἴον, οἱ δʼ ἐβόασαν ἐύκλαρον Σαλαμῖνα, οἱ δέ νυ τὰν Λαπιθᾶν ματέρα Θεσσαλίαν· ἄλλοι δʼ ἄλλο μέλαθρον ἀνίαχον· εἰ δέ με Φοίβου χρὴ λέξαι πινυτὰν ἀμφαδὰ μαντοσύναν, πάτρα τοι τελέθει μέγας οὐρανός, ἐκ δὲ γυναικὸς οὐ θνατᾶς ματρὸς δʼ ἔπλεο Καλλιόπας.

---

Vitae Homeri, Plutarchi vita, ed. Thomas W. Allen. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1805.tlg002.local001/.
