Ancient Greek · ~1 min
Part 1
Vitae Homeri, Plutarchi vita 1.5
Not analysed yet
γενέσθαι δʼ αὐτὸν τοῖς χρόνοις οἱ μέν φασι κατὰ τὸν Τρωικὸν πόλεμον, οὗ καὶ αὐτόπτην γενέσθαι· οἱ δὲ μετὰ ἑκατὸν ἔτη τοῦ πολέμου· ἄλλοι δὲ μετὰ πεντήκοντα καὶ ἑκατόν. ἔγραψε δὲ ποιήματα δύο, Ἰλιάδα καὶ Ὀδύσσειαν· ὡς δέ τινες, οὐκ ἀληθῶς λέγοντες, γυμνασίας καὶ παιδιᾶς ἕνεκα καὶ Βατραχομυομαχίαν προσθεὶς καὶ Μαργίτην.