# Vita Herodotea 7

Vitae Homeri, Vita Herodotea, Section 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/vitae-homeri/vita-herodotea/7

ζ'. Ἀνακομιζόμενοι δὲ ἐκ Τυρσηνίης καὶ τῆς Ἰβηρίης ἀπικνέονται εἰς Ἰθάκην. καὶ τῷ Μελησιγένει συνέβη νοσήσαντι τοὺς ὀφθαλμοὺς κάρτα δεινῶς ἔχειν, καὶ αὐτὸν θεραπείης εἵνεκα πλεῖν μέλλων εἰς τὴν Λευκάδα, καταλιπεῖν ὁ Μέντης παρὰ ἀνδρὶ φίλῳ ἑωυτοῦ ἐς τὰ μάλιστα Μέντορι τῷ Ἀλκίμου Ἰθακησίῳ, πολλὰ δεηθεὶς ἐπιμελίην ἔχειν· ἐπαναπλώσας δὲ ἀναλήψεσθαι αὐτόν. ὁ δὲ Μέντωρ ἐνοσήλευσεν αὐτὸν ἐκτενέως· καὶ γὰρ τοῦ βίου ἀρκεόντως εἶχε, καὶ ἤκουεν εὖ ἐς δικαιοσύνην τε καὶ φιλοξενίην μακρῷ μάλιστα τῶν ἐν Ἰθάκῃ ἀνδρῶν. ἐνθαῦτα συνέβη τῷ Μελησιγένει περὶ Ὀδυσσέως ἐξιστορῆσαι καὶ πυθέσθαι. οἱ μὲν δὴ Ἰθακήσιοι λέγουσι τότε μιν παρʼ ἑωυτοῖς τυφλωθῆναι· ὡς δὲ ἐγώ φημι τότε μὲν ὑγιῆ γενέσθαι, ὕστερον δὲ ἐν Κολοφῶνι τυφλωθῆναι. συνομολογοῦσι δέ μοι καὶ Κολοφώνιοι τούτοις.

---

Vitae Homeri, Vita Herodotea, ed. Thomas W. Allen. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1805.tlg001.local001/.
