Ancient Greek
Πινδάρου ἀποφθέγματα.
Vitae Pindari et varia de Pindaro, Vita Ambrosiana Πινδάρου ἀποφθέγματα.
Not analysed yet
Πίνδαρος ὁ μελοποιὸς ἐρωτηθεὶς ὑπό τινος τί πρίονος ὀξύτερον, εἶπε· διαβολή. Παραγενόμενος δὲ εἰς Δελφοὺς καὶ ἐρωτώμενος τί πάρεστι θύσων, εἶπε· παιᾶνα. Ἐπερωτηθεὶς πάλιν διὰ τί Σιμωνίδης πρὸς τοὺς τυράννους ἀπεδήμησεν εἰς Σικελίαν, αὐτὸς δὲ οὐ θέλει· ὅτι βούλομαι, εἶπεν, ἐμαυτῷ ζῆν, οὐκ ἄλλῳ. Ἐρωτηθεὶς δὲ διὰ τί οὐ τῷ εὖ πράττοντι τὴν θυγατέρα δίδωσιν, οὐ μόνον δεῖσθαί φησιν εὖ πράττοντος, ἀλλὰ καὶ πράξοντος εὖ. Ἐρωτηθεὶς πάλιν ὑπό τινος διὰ τί μέλη γράφων ᾄδειν οὐκ ἐπίσταται, εἶπε· καὶ γὰρ οἱ ναυπηγοὶ πηδάλια κατασκευάζοντες κυβερνᾶν οὐκ ἐπίστανται. Τοὺς φυσιολογοῦντας ἔφη ἀτελῆ σοφίας δρέπειν καρπὸν (fr. 209).