# Testimonia 1.58.1.18-30

Xenophanes, Testimonia, 1.58.1.18 to 1.58.1.30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/xenophanes-poet-phil/testimonia/1.58.1.18
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/xenophanes-poet-phil/testimonia/1.58.1.18

τί δὴ κωλύει οὕτως κακεῖ τὸ πᾶντη ὁρᾶν καὶ ἀκούειν καὶ κρατεῖν λέγεσθαι, ὅτι ἅπαν ὁ ἂν τις αὐτοῦ λαμβάνῃ μέρος, τοῦτ’ ἔσται πεπονθός; ὥσπερ δὲ οὐδὲ τὸ 15 ψιμύθιον, οὐδὲ τὸν θεὸν ἀνάγκη εἶναι διὰ τοῦτο σφαιροειδῆ. ἐτι μήτε ἄπειρον (εἶναι) μήτε πεπεράνθαι σώμα γε ὄντα καὶ ἔχοντα 7 μέγεθος πῶς οἷόν τε, εἴπερ τοῦτ’ ἐστὶν ἄπειρον ὁ ἂν μὴ ἔχῃ πέρας δεκτικὸν ὄν πέρατος, πέρας δ’ ἐν μεγέθει καὶ πλήθει ἐγγίγνεται καὶ ἐν ἅπαντι τῷ ποσῷ, ὥστε εἰ μὴ ἔχει 20 πέρας μέγεθος ὄν ἄπειρόν ἐστιν; ἐτι δὲ σφαιροειδὴ ὄντα 8 ἀνάγκη πέρας ἔχειν· ἕχαστα γὰρ ἔχει, εἴπερ μέσον ἔχει αὐτοῦ, οὐ πλείστον ἀπέχει. μέσον δὲ ἔχει σφαιροειδὴς ὤν· τοῦτο γὰρ ἐστι σφαιροειδὲς ὁ ἐκ τοῦ μέσου ὁμοίως πρὸς τὰ ἕχαστα. σῶμα δ’ ἕχαστα ἢ πέρατα ἔχειν, οὐδὲν διαφέρει. *** εἰ 9 25 γὰρ καὶ τὸ μὴ ὄν ἄπειρόν ἐστι, τί οὐχ ἂν καὶ τὸ ὄν ἄπειρον; τί γὰρ κωλύει ἕνια ταυτ’ ἂν λεχθῆναι κατὰ τοῦ ὄντος καὶ μὴ ὄντος; τὸ τε γὰρ ὄν † οὐχ ὄν οὐδεὶς νῦν αἰσθάνεται, καὶ ὄν δὲ τις οὐχ ἂν αἰσθάνοιτο ἂ νῦν· ἄμφω δὲ λεκτὰ καὶ διανοητὰ *** οὐ λευκόν τε τὸ μὴ ὄν· ἢ οὖν διὰ τοῦτο τὰ ὄντα πάντα λευκά, ὅπως 30 μὴ τι ταὐτὸ κατὰ τοῦ ὄντος σημῆνωμεν καὶ μὴ ὄντος, ἢ οὐ-

---

Xenophanes Poet. Phil., Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003590.
