# Testimonia 1.70.2-1.71.19

Xenophanes, Testimonia, 1.70.2 to 1.71.19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/xenophanes-poet-phil/testimonia/1.70.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/xenophanes-poet-phil/testimonia/1.70.2

21 [28 K.] SCHOL. ARISTOPH. Pac. 697 ὁ Σιμωνίδης διεβέβλητο ἐπὶ φιλαργυρίᾳ . . . . χαριέντως δὲ πᾶν τῷ αὐτῷ λόγῳ διέσῦρρε [β τοῦ λαμβοποιοῦ] καὶ μέμνηται ὅτι σιμυρολόγος ἦν. ὅθεν Ξενοφάνης χίμβικα αὐτὸν προσαγορεύει. Vgl. S. 41 n. 22. ΠΑΡΩΔΙΑΙ [= ΣΙΛΛΟΙ?] παρ πυρὶ χρή τοιαῦτα λέγειν χειμῶνος ἐν ὥρῃ ἐν κλίνῃ μαλακῇ κατακείμενον, ξμπλεον ὄντα, πίνοντα γλυκύν οἶνον, ὑποτρώγοντ᾽ ἐρεβίνθους· τίς πόθεν εἷς ἀνδρῶν, πόσα τοι ἔτε᾽ ἐστί, φέριστε; 5 πηλίκος ἦσθ᾽, ὧθ᾽ ὁ Μήδος ἄφικετο; ΠΕΡΙ ΦΥΣΕΩΣ. εἷς θεός, ἐν τε θεοῖσι καὶ ἀνθρώποισι μέγιστος, οὔτε δέμας ἀνθρώπῳν ὁμοῖος οὔτε νόημα. ὀλὸς ὁράι, ὀλὸς δὲ νοεῖ, ὀλὸς δὲ τ᾽ ἀκούει. ἀλλ᾽ ἀπάνευθε πόνου νόου φρενὶ πάντα κραδαίνει. αἰεὶ δ᾽ ἐν ταύτῳ μένει κινούμενος οὐδὲν οὐδὲ μετέχεσθαι μιν ἐπιπρέπει ἄλλοτε ἄλλη. ἐκ γαίης γὰρ πάντα καὶ εἰς γῆν πάντα τελευτᾷ. ἀλλ’ οἱ βροτοὶ δοκεῖσθαι γεννᾶσθαι θεούς, τὴν σφετέραν δ’ ἔσθητα ἔχειν φωνὴν τε δέμας τε. ἀλλ’ εἰ χεῖρας ἔχον βόες <ἵπποι τ’> ἢ λέοντες ἢ γράψαι χείρεσσι καὶ ἔργα τελείν ἄπερ ἄνδρες, ἵπποι μὲν θ’ ἵπποισι βόες δὲ τε βουσὶν ὁμοίας καὶ θεῶν ἰδέας ἐγραφον καὶ σώματ’ ἐπολοῦν 5 τοιαύθ’ οἷόν περ καὶ αὐτοὶ δέμας εἶχον . Αἰθιόπες τε <θεοὺς σφετέρους> σιμοὺς μέλανάς τε Θρῆικές τε γλαυκοὺς καὶ πυρροὺς <φασὶ πέλεσθαι>. οὓς οἱ μύσται φέρουσι. μέμνηται δὲ Ξενοφάνης ἐν Σίλλοις· ἔστᾶσιν δ’ ἐλάτης πυκινὸν περὶ δῶμα. οὔτοι ἀπ’ ἀρχῆς πάντα θεοὶ θνητοῖσ’ ὑπέδειξαν, ἀλλὰ χρόνῳ ζητοῦντες ἐρευνίσκουσιν ἄμεινον. πρώτος ἀστρολογῆσαι καὶ ἡλιακὰς ἐκλείψεις καὶ τροπὰς προειπεῖν, ὡς φασιν Εὔδημος ἐν τῇ περὶ τῶν Ἀστρολογουμένων ἱστορίαι· ὁδεν αὐτὸν καὶ Ξενοφάνης καὶ Ἡρόδοτος θαυμάζει. 20 [32 K.] — I 111 [vgl. S. 39, 1] ὡς δὲ Ξ. ὁ Κολοφώνιος ἀρχεοῦναι φησί, τέτταρα πρὸς τοῖς πεντήκοντα καὶ ἑκατόν (sc. ἐτὴ βιῶναι Ἐπιμενίδην). 43 SCHOL. HOM. B ad I 539 χλοῦνην οἱ μὲν ἀφριστήν· . . . Ξενοφῶντα [Ξενοφάνην G. Hermann] δὲ γένος τι Ἰνδῶν φάναι τὸν χλοῦνην εἶναι καθάπερ καὶ παρ’ Ἀσχύλῳ ἐν Ἠδωνοῖς ‘μακροσχελῆς μέν· ἀρα μὴ χλοῦνης τις ἦν’ [FT 62 Nauck²].

---

Xenophanes Poet. Phil., Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003590.
