# Testimonia 2.53.3

Xenophanes, Testimonia, 2.53.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/xenophanes-poet-phil/testimonia/2.53.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/xenophanes-poet-phil/testimonia/2.53.3

977b 1 7. πάντη δ’ ὅμοιον ὄντι σφαιροειδὴ εἶναι· οὐ γὰρ τῇ μὲν τῇ δ’ οὐ τοιοῦτον εἶναι, ἀλλὰ πάντη. (8) αἰδίον δὲ ὄντα καὶ ἕνα καὶ <ὅμοιον καὶ> σφαιροειδὴ οὔτε ἄπειρον οὔτε πεπεράνθαι. ἄπειρον μὲν τὸ μὴ ὂν εἶναι· τοῦτο γὰρ οὔτε μέσον οὔτε ἀρχὴν καὶ τέλος οὔτ’ ἄλλο οὐδὲν μέρος ἔχειν, τοιοῦτον δὲ εἶναι τὸ ἄπειρον· οἷον δὲ τὸ μὴ ὂν, οὐκ ἂν εἶναι. τὸ ὂν· περαίνειν δὲ πρὸς ἄλληλα, εἰ πλείω εἴη. τὸ δὲ ἕν οὔτε τῷ οὐκ ὄντι οὔτε τοῖς πολλοῖς ὁμοιώσθαι· ἐν γὰρ οὐκ ἔχειν, πρὸς ὅτι περανεῖ. (9) τὸ δὴ τοιοῦτον ἕν, ὂν τὸν θεὸν εἶναι λέγει, οὔτε κινεῖσθαι οὔτε ἀκίνητον εἶναι· ἀκίνητον μὲν γὰρ εἶναι τὸ μὴ ὂν· οὔτε γὰρ ἂν εἰς αὐτὸ ἕτερον οὔτ’ ἐκεῖνο εἰς ἄλλο ἐλθεῖν. κινεῖσθαι δὲ τὰ πλείω ὄντα ἑνός· ἕτερον γὰρ εἰς ἕτερον δεῖν κινεῖσθαι. εἰς μὲν οὖν τὸ μὴ ὂν οὐδὲν ἂν κινηθήναι. (10) τὸ γὰρ μὴ ὂν οὐδαμῇ εἶναι, εἰ δὲ εἰς ἄλληλα μεταβάλλοι, πλείω ἂν τὸ ἕν εἶναι ἑνός. διὰ ταῦτα δὴ κινεῖσθαι μὲν ἂν τὰ δύο ἢ πλείω ἑνός, ἡρεμεῖν δὲ καὶ ἀκίνητον εἶναι τὸ οὐδέν. (11) τὸ δὲ ἕν οὔτε ἄτρεμεῖν οὔτε κινεῖσθαι· οὔτε γὰρ τῷ μὴ ὄντι οὔτε τοῖς πολλοῖς ὅμοιον εἶναι. κατὰ πάντα δὲ οὕτως ἔχοντα τὸν θεόν, αἰδίόν τε καὶ ἕνα, ὁμοιόν τε καὶ σφαιροειδὴ ὄντα, οὔτε ἄπειρον οὔτε πεπερασμένον οὔτε ἡρεμοῦντα οὔτε κινητὸν εἶναι.

---

Xenophanes Poet. Phil., Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003590.
