# Testimonia 2.54.1.1-17

Xenophanes, Testimonia, 2.54.1.1 to 2.54.1.17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/xenophanes-poet-phil/testimonia/2.54.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/xenophanes-poet-phil/testimonia/2.54.1.1

977b βέλτιστον λέγων· οὐ δοκεῖ δὲ τοῦτο κατὰ τὸν νόμον, ἀλλὰ πολλὰ κρείττους εἶναι ἀλλήλων οἱ θεοί. οὐκ οὖν ἐκ τοῦ δο- 30 κοῦντος εἴληφε ταύτην κατὰ τοῦ θεοῦ τὴν ὁμολογίαν. (3) τὸ τε κράτιστον εἶναι τὸν θεὸν οὐχ οὕτως ὑπολαμβάνειν λέγεται, ὡς πρὸς ἄλλο τι τοιαύτη ἢ τοῦ θεοῦ φύσις, ἀλλὰ πρὸς τὴν αὐτοῦ διάθεσιν, ἐπεὶ τοῖ γε πρὸς ἕτερον οὐδὲν ἂν κωλύσει μὴ τῇ αὐτοῦ ἐπικεικαί καὶ ῥώμῃ ὑπερέχειν, ἀλλὰ διὰ τὴν 35 τῶν ἄλλων ἀσθένειαν. θέλει δ’ ἂν οὐδεὶς οὕτως τὸν θεὸν φάναι κράτιστον εἶναι, ἀλλ’ ὅτι αὐτὸς ἔχει ὡς οἷόν τε ἄριστα, καὶ οὐδὲν ἐλλείπει καὶ εὖ καὶ καλῶς ἔχειν αὐτῷ· τὰλλα γὰρ ἴσως ἔχοντι κάκεινο ἂν συμβαίνοι. (4) οὕτω δὲ δια- 39 κεῖσθαι καὶ πλείους αὐτοὺς ὄντας οὐδὲν ἂν κωλύσει, ἅπαντας ὡς 978a 1 οἷόν τε ἄριστα διακειμένους, καὶ κρατίστους τῶν ἄλλων, οὐχ αὐτῶν ὄντας. (5) ἐστι δ’, ὡς ἔοικε, καὶ ἄλλα. κράτιστον γὰρ εἶναι τὸν θεὸν φησι, τοῦτο δὲ τινῶν εἶναι ἀνάγκη· ἕνα τ’ ὄντα πᾶντη ὁρᾶν καὶ ἀκούειν οὐδὲν προσήκει· οὐδὲ γὰρ εἰ μὴ καὶ 5 τῇ’ ὀραῖ, χειρὸν ὀραῖ ταύτην, ἀλλ’ οὐχ ὀραῖ. ἀλλ’ ἴσως τοῦτο βούλεται τὸ πᾶντη αἰσθάνεσθαι, ὅτι οὕτως ἂν βέλτιστα ἔχοι, ὅμοιος ὢν πᾶντη. (6) ἐπὶ τοιούτος ὢν διὰ τί σφαιροειδὴς ἂν εἴη, ἀλλ’ οὐχ [ὅτι] ἑτέραν τινὰ μᾶλλον ἔχων ἰδέαν, ὅτι πᾶντη ἀκούει καὶ πᾶντη κρατεῖ; ὥσπερ γὰρ ὅταν λέγωμεν τὸ 10 ψιμύθιον ὅτι πᾶντη ἐστὶ λευκόν, οὐδὲν ἄλλο σημαίνομεν ἢ ὅτι ἐν ἅπασιν αὐτοῦ τοῖς μέρεσιν ἐγκέχρωσται ἡ λευκότης· τί δὴ κωλύει οὕτως κάκει τὸ πᾶντη ὁρᾶν καὶ ἀκούειν καὶ κρατεῖν λέγεσθαι, ὅτι ἅπαν ὁ ἂν τις αὐτοῦ λαμβάνῃ μέρος, τοῦτ’ ἔσται πεπονθός; ὥσπερ δὲ οὐδὲ τὸ 15 ψιμύθιον, οὐδὲ τὸν θεὸν ἀνάγκη εἶναι διὰ τοῦτο σφαιροειδῆ. (7) ἐπὶ μήτε ἄπειρον (εἶναι) μήτε πεπεράνθαι σῶμά γε ὄντα καὶ ἔχοντα μέγεθος πῶς οἷόν τε, εἴπερ τοῦτ’ ἐστὶν ἄπειρον ὁ ἂν μὴ ἔχῃ πέρας δεκτικὸν ὄν πέρατος, πέρας δ’ ἐν μεγέθει καὶ πλήθει ἐγγίγνεται καὶ ἐν ἅπαντι τῷ ποσῷ, ὥστε εἰ μὴ ἔχει 20 πέρας μέγεθος ὄν ἄπειρόν ἐστιν;

---

Xenophanes Poet. Phil., Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003590.
