# Testimonia 2.54.1.18-31

Xenophanes, Testimonia, 2.54.1.18 to 2.54.1.31. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/xenophanes-poet-phil/testimonia/2.54.1.18
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/xenophanes-poet-phil/testimonia/2.54.1.18

(8) ἐπὶ δὲ σφαιροειδὲ ὄντα ἀνάγκη πέρας ἔχειν· ἔσχατα γὰρ ἔχει, εἴπερ μέσον ἔχει αὐτοῦ, οὐ πλείστον ἀπέχει. μέσον δὲ ἔχει σφαιροειδὴς ὢν· τοῦτο γὰρ ἐστὶ σφαιροειδὲς ὁ ἐκ τοῦ μέσου ὁμοίως πρὸς τὰ ἔσχατα. (9) σῶμα δ’ ἔσχατα ἢ πέρατα ἔχειν, οὐδὲν διαφέρει. *** εἰ 25 γὰρ καὶ τὸ μὴ ὄν ἄπειρόν ἐστι, τί οὐκ ἂν καὶ τὸ ὄν ἄπειρον; τί γὰρ κωλύει ἕνια ταῦτ’ ἂν λεχθῆναι κατὰ τοῦ ὄντος καὶ μὴ ὄντος; τὸ τε γὰρ ὄν † οὐκ ὄν οὐδεὶς νῦν αἰσθάνεται, καὶ ὄν δὲ τις οὐκ ἂν αἰσθάνοιτο ἂ νῦν· ἄμφω δὲ λεκτὰ καὶ διανοητὰ *** οὐ λευκόν τε τὸ μὴ ὄν· ἢ οὖν διὰ τοῦτο τὰ ὄντα πάντα λευκά, ὅπως 30 μὴ τι ταῦτό κατὰ τοῦ ὄντος σημῆνυμεν καὶ μὴ ὄντος, ἢ οὐδέν, οἶμαι, κωλύει καὶ τῶν ὄντων τι μὴ εἶναι λευκόν· οὕτω δὲ καὶ μᾶλλον ἂν ἀπόφασιν δέξαιτο [τὸ ἄπειρον], εἰ κατὰ τὸ πάλαι λεχθὲν τι [μᾶλλον] παρὰ τὸ μὴ ἔχειν (πέρας) ἐστὶν ἄπειρον· ὥστε καὶ τὸ ὄν ἢ ἄπειρον ἢ πέρας ἔχον ἐστίν. (10) ἴσως δὲ 35 ἄτοπον καὶ τὸ προσάπτειν τῷ μὴ ὄντι ἀπειρίαν· οὐ γὰρ πᾶν, εἰ μὴ ἔχει πέρας, ἄπειρον λέγομεν, ὥσπερ οὐδ’ ἄνισον οὐκ ἂν

---

Xenophanes Poet. Phil., Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003590.
