# Testimonia 2.57.3

Xenophanes, Testimonia, 2.57.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/xenophanes-poet-phil/testimonia/2.57.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/xenophanes-poet-phil/testimonia/2.57.3

33 HIPPOL. Ref. I 14 (Dox. 565) (1) Ξ. δὲ ὁ Κολοφώνιος Ὀρθομένους υἱός, οὗτος ἔως Κύρου διέμεινεν. οὗτος ἔφη πρῶτος ἀκαταληψίαν εἶναι πάντων εἰπὼν οὕτως· ‘εἰ γὰρ — τέτυκται’ [B 34, 3, 4]. (2) λέγει δὲ ὅτι οὐδὲν γίνεται οὔδὲ φθείρεται οὔδὲ κινεῖται καὶ ὅτι ἐν τὸ πᾶν ἐστιν ἔξω μεταβολῆς. φησὶ δὲ καὶ τὸν θεὸν εἶναι αἰδίον καὶ ἕνα καὶ ὅμοιον πάντη καὶ πεπερασμένον καὶ σφαιροειδῆ καὶ πᾶσι τοῖς μορίοις αἰσθητικόν. 3 τὸν δὲ ἥλιον ἐκ μικρῶν πυριδίων ἀθροιζομένων γίνεσθαι καθ’ ἑκάστην ἡμέραν. τὴν δὲ γῆν ἄπειρον εἶναι καὶ μήτε ὑπ’ ἀέρος μήτε ὑπὸ τοῦ οὐρανοῦ περιέχεσθαι. καὶ ἀπειροὺς ἡλίους εἶναι καὶ σελήνας, τὰ δὲ πάντα εἶναι ἐκ γῆς. (4) οὗτος τὴν θάλασσαν ἁλμυρὰν ἔφη διὰ τὸ πολλὰ μίγματα συρρεῖν ἐν αὐτῇ. ὁ δὲ Μητρώδωρος [57 A 19] διὰ τὸ ἐν τῇ γῇ δηθεῖσθαι. τούτου χάριν γίνεσθαι ἁλμυράν. (5) ὁ δὲ Ξενοφάνης μῆκιν τῆς γῆς πρὸς τὴν θάλασσαν γίνεσθαι δοκεῖ καὶ τῷ χρόνῳ ὑπὸ τοῦ ὑγροῦ λύεσθαι. φάσκων τοιαύτας ἔχειν ἀποδείξεις, ὅτι ἐν μέσῃ γῇ καὶ ὄρεσιν εὑρίσκονται κόγχαι, καὶ ἐν Συρακούσαις δὲ ἐν ταῖς λατομίαις λέγει εὑρίσθαι τύπον ἰχθύος καὶ φωκῶν. ἐν δὲ Πάρῳ· τύπον ἀφύης ἐν τῷ βύθῳ τοῦ λίθου, ἐν δὲ Μελίτῃ πλάκας συμπάντων θαλασσίων. (6) ταῦτα δὲ φησὶ γενέσθαι, ὅτε πάντα ἐπηλύθησαν πάλαι, τὸν δὲ τύπον ἐν τῷ πηλῷ ἐγραφήναι· ἀναρκεῖσθαι δὲ τοὺς ἀνθρώπους πάντας, ὅταν ἡ γῆ κατενεχθεῖσα εἰς τὴν θάλατταν πηλὸς γένηται, εἶτα πάλιν ἀρχεσθαι τῆς γενέσεως, καὶ ταύτην πᾶσι τοῖς κόσμοις γίνεσθαι μεταβολήν. S. B 33.

---

Xenophanes Poet. Phil., Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003590.
