# Testimonia 2.61.9-2.63.5

Xenophanes, Testimonia, 2.61.9 to 2.63.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/xenophanes-poet-phil/testimonia/2.61.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/xenophanes-poet-phil/testimonia/2.61.9

οὔτι μάχας διέπειν Τιτήνων οὐδὲ Γιγάντων οὐδὲ Κενταύρων, πλάσματα τῶν προτέρων, ἢ στάσιος σφεδανάς, τοῖσ’ οὐδὲν χρηστὸν ἔνεστι, θεῶν προμηθεῖην αἰὲν ἔχειν ἀγαθόν. ἀλλ’ εἰ μὲν ταχυτήτι ποδῶν νίκην τις ἄροιτο ἢ πενταθλεύων, ἔνθα Διὸς τέμενος πὰρ Πίσαο ροῆισ’ ἐν Ὀλυμπίῃ, εἴτε παλαίων ἢ καὶ πυκτοσύνην ἀλγινόεσσαν ἔχων, 5 εἴτε τι δεινὸν ἄεθλον ὃ παγκράτιον καλέουσιν, ἀστοῖσίν κ’ εἴη κυδρότερος προσορᾶν, καὶ κε προεδρίην φανερὴν ἐν ἀγῶσιν ἄροιτο, καὶ κεν σιτ’ εἴη δημοσίων κτεάνων ἐκ πόλεως καὶ δῶρον ὃ οἱ κειμήλιον εἴη· εἴτε καὶ ἵπποισιν, ταῦτά κε πάντα λάχοι οὐκ ἔων ἀξιος ὥσπερ ἐγώ. ῥώμης γὰρ ἀμείνων ἀνδρῶν ἢδ’ ἵππων ἡμετέρα σοφίη. ἀλλ’ εἰκῆ μάλα τοῦτο νομίζεται, οὐδὲ δίκαιον προκρίνειν ῥώμην τῆς ἀγαθῆς σοφίης. οὔτε γὰρ εἰ πύκτης ἀγαθὸς λαοῖσι μετείη οὔτ’ εἰ πενταθλεῖν οὔτε παλαισμοσύνην, οὐδὲ μὲν εἰ ταχυτήτι ποδῶν, τόπερ ἐστὶ πρότιμον ῥώμης ὅσος’ ἀνδρῶν ἔργ’ ἐν ἀγῶνι πέλει, τοὔνεκεν ἂν δὴ μᾶλλον ἐν εὐνομίῃ πόλις εἴη. σμικρὸν δ’ ἂν τι πόλει χάρμα γένοιτ’ ἐπὶ τῷ, εἴ τις ἀεθλεύων νικῶι Πίσαο παρ’ ὄχθας· οὐ γὰρ πιαίνει ταῦτα μυχοὺς πόλεως. ἄβροσύνας δὲ μαθόντες ἀνωφελέας παρὰ Λυδῶν, ὅφρα τυραννίης ἦσαν ἄνευ στυγερῆς, ἦιесαν εἰς ἀγορὴν παναλουργέα φάρε’ ἔχοντες, οὐ μείους ὥσπερ χίλιοι εἰς ἐπίπαν, 5 αὐχαλέοι, χαίτησιν ἀγαλλόμεν(οι) εὐπρεπέεσσιν ἀσκητοῖσ’ ὀδμὴν χρίμασι δευόμενοι. 4. POLLUX IX 83 εἰτε Φεῖδων πρῶτος ὁ Ἀργεῖος ἔκοψε νόμισμα εἰτε Δημοδόκη ἡ Κυμαία συνοικήσασα Μίδα τῷ Φρυγί παῖς δ᾽ ἦν Ἀγαμέμνονος Κυμαίων βασιλέως εἰτε Ἀθηναῖοι Ἐριχθόνιος καὶ Λύκος, εἰτε Λυδοί, καθά φησι Ξ. Vgl. Herod. I 94 Λυδοὶ γὰρ δὴ καὶ πρῶτοι ἀνθρώπων τῶν ἡμεῖς ἴδμεν, νόμισμα χρυσοῦ 5 καὶ ἀργυροῦ κοψάμενοι ἐχρήσαντο. οὐδὲ κεν ἐν κύλικι πρότερον κεράσειέ τις οἶνον ἔγχέας, ἀλλ᾽ ὕδωρ καὶ καθύπερθε μέθυ. 6. [22 K., 5 Cr.] ATHEN. IX 368 E Ξ. δ᾽ ὁ Κολοφώνιος ἐν τοῖς ἐλεγείοις φησί·

---

Xenophanes Poet. Phil., Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003590.
