Ancient Greek
1.3.2 to 1.3.4
Xenophon of Ephesus, Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην 1.3.2-4
Not analysed yet
Διέκειτο δὲ καὶ Ἄνθεια πονήρως, ὅλοις μὲν καὶ ἀναπεπταμένοις τοῖς ὀφθαλμοῖς τὸ Ἁβροκόμου κάλλος εἰσρέον δεχομένη, ἤδη δὲ καὶ τῶν παρθένοις πρεπόντων καταφρονοῦσα· καὶ γὰρ ἐλάλησεν ἄν τι, ἵνα Ἁβροκόμης ἀκούσῃ, καὶ μέρη τοῦ σώματος ἐγύμνωσεν ἂν τὰ δυνατά, ἵνα Ἁβροκόμης ἴδῃ· ὁ δὲ αὑτὸν ἐδεδώκει πρὸς τὴν θέαν καὶ ἦν αἰχμάλωτος τοῦ θεοῦ. Καὶ τότε μὲν θύσαντες ἀπηλλάττοντο λυπούμενοι καὶ τῷ τάχει τῆς ἀπαλλαγῆς μεμφόμενοι· καὶ ἀλλήλους βλέπειν ἐθέλοντες ἐπιστρεφόμενοι καὶ ὑφιστάμενοι πολλὰς προφάσεις διατριβῆς εὕρισκον. Ὡς δὲ ἦλθον ἑκάτερος παρʼ ἑαυτόν, ἔγνωσαν τότε οἷ κακῶν ἐγεγόνεσαν· καὶ ἔννοια ἐκείνους ὑπῄει τῆς ὄψεως θατέρου καὶ ὁ ἔρως ἐν αὐτοῖς ἀνεκαίετο καὶ τὸ περιττὸν τῆς ἡμέρας αὐξήσαντες τὴν ἐπιθυμίαν, ἐπειδὴ εἰς ὕπνον ᾔεσαν, ἐν ἀθρόῳ γίνονται τῷ δεινῷ, καὶ ὁ ἔρως ἐν ἑκατέροις ἦν ἀκατάσχετος.