Ancient Greek
Book 2, Chapter 10
Xenophon of Ephesus, Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην 2.10.3
Not analysed yet
Ταῦτα ἔλεγεν ὁ Ἄψυρτος· ὁ δὲ Ἁβροκόμης ἀλλὰ χάρις ἔφη σοι, δέσποτα, ὅτι καὶ τἀληθὲς ἔμαθες καὶ τῆς σωφροσύνης ἀμείβῃ με. Ἔχαιρον δὲ πάντες οἱ κατὰ τὴν οἰκίαν ὑπὲρ Ἁβροκόμου καὶ χάριν ᾔδεσαν ὑπὲρ αὐτοῦ τῷ δεσπότῃ· αὐτὸς δὲ ἐν μεγάλῃ συμφορᾷ κατʼ Ἄνθειαν ἦν· ἐνενόει δὲ πρὸς ἑαυτὸν πολλάκις τί δεῖ ἐλευθερίας ἐμοί; τί δὲ πλούτων καὶ ἐπιμελείας τῶν Ἀψύρτου χρημάτων; οὐ τοιοῦτον εἶναί με δεῖ· ἐκείνην ἢ ζῶσαν ἢ τεθνεῶσαν εὕροιμι.