Ancient Greek
Book 2, Chapter 11
Xenophon of Ephesus, Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην 2.11.1
Not analysed yet
Ἡ δὲ Ἄνθεια ἦν μέν τινα χρόνον παρὰ τῷ αἰπόλῳ, συνεχὲς δὲ ὁ Μοῖρις ὁ ἀνὴρ τῆς Μαντοῦς εἰς τὸ χωρίον ἐρχόμενος ἐρᾷ τῆς Ἀνθείας σφοδρὸν ἔρωτα. Καὶ τὰ μὲν πρῶτα ἐπειρᾶτο λανθάνειν, τελευταῖον δὲ λέγει τῷ αἰπόλῳ τὸν ἔρωτα καὶ πολλὰ ὑπισχνεῖτο συγκύψαντι.