# Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην 3.2.10-12

Xenophon of Ephesus, Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην, 3.2.10 to 3.2.12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/xenophon-of-ephesus/text/3.2.10

Τελευταῖον δ’ οὐκέτι καρτερῶν, ἐμαυτὸν παροξύνας ἐπάνειμι εἰς Πέρινθον καὶ πάντα ὅσα ἦν μοι κτήματα ἀποδόμενος, συλλέξας ἀργύριον εἰς Βυζάντιον ἔρχομαι καὶ λαβὼν ξιφίδιον (συνδοκοῦν τοῦτο καὶ τῷ Ὑπεράνθῃ) εἴσειμι νύκτωρ εἰς τὴν οἰκίαν τοῦ Ἀριστομάχου καὶ εὑρίσκω συγκατακείμενον τῷ παιδὶ καὶ ὀργῆς πλησθεὶς παίω τὸν Ἀριστόμαχον καιρίαν. Ἡσυχίας δὲ οὔσης καὶ πάντων ἀναπαυομένων ἔξειμι ὡς εἶχον λαθών, ἐπαγόμενος καὶ τὸν Ὑπεράνθην, καὶ δι’ ὅλης τῆς νυκτὸς ὁδεύσας εἰς Πέρινθον, εὐθὺς νεὼς ἐπιβὰς οὐδενὸς εἰδότος ἔπλεον εἰς Ἀσίαν. Καὶ μέχρι μέν τινος διηνύετο εὐτυχῶς ὁ πλοῦς· τελευταῖον δὲ κατὰ Λέσβον ἡμῖν γενομένοις ἐμπίπτει πνεῦμα σφοδρὸν καὶ ἀνατρέπει τὴν ναῦν. Κἀγὼ μὲν τῷ Ὑπεράνθῃ συνενηχόμην ὑπιὼν αὐτὸν καὶ κουφοτέραν τὴν νῆξιν ἐποιούμην· νυκτὸς δὲ γενομένης οὐκέτι ἐνεγκὸν τὸ μειράκιον παρείθη τῷ κολύμβῳ καὶ ἀποθνήσκει.

---

Xenophon of Ephesus, Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην, ed. Rudolf Hercher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0641.tlg001.local001/.
