Ancient Greek
Book 4, Chapter 1
Xenophon of Ephesus, Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην 4.1.1
Not analysed yet
Καὶ ὁ μὲν δίκην δώσων εἰς Ἀλεξάνδρειαν ἤγετο ὑπὲρ ὧν ἐδόκει τὸν δεσπότην Ἄραξον ἀποκτεῖναι· οἱ δὲ περὶ τὸν Ἱππόθοον ἀπὸ Ταρσοῦ κινήσαντες ᾔεσαν τὴν ἐπὶ Συρίας, πᾶν ὅ τι ἐμποδὼν λάβοιεν ὑποχείριον ποιούμενοι· ἐνέπρησαν δὲ καὶ κώμας καὶ ἄνδρας ἀπέσφαξαν πολλούς. Καὶ οὕτως ἀπελθόντες εἰς Λαοδίκειαν τῆς Συρίας ἔρχονται κἀνταῦθα ἐπεδήμουν οὐκέτι ὡς λῃσταί, ἀλλʼ ὡς κατὰ θέαν τῆς πόλεως ἥκοντες.