Ancient Greek
Book 4, Chapter 6
Xenophon of Ephesus, Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην 4.6.7
Not analysed yet
ἦς γάρ ποτε ἐν ὁμοίᾳ τύχῃ καὶ σύ· καὶ σὲ ἐν Τύρῳ κατέλιπον ἐν δεσμωτηρίῳ· ἀλλʼ εἰ μὲν ζῇς ἔτι, δεινὸν οὐδέν· ἴσως γάρ ποτε ἀλλήλους ἕξομεν· εἰ δὲ ἤδη τέθνηκας, μάτην ἐγὼ φιλοτιμοῦμαι ζῆν, μάτην δὲ οὗτος, ὅστις ποτέ ἐστιν, ἐλεεῖ με τὴν δυστυχῆ. Ταῦτα ἔλεγε καὶ ἐπεθρήνει συνεχῶς.