Ancient Greek
Book 5, Chapter 10
Xenophon of Ephesus, Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην 5.10.10
Not analysed yet
Καὶ δὴ ὁ Λεύκων ἔφη ὦ μειράκιον, τί βουλόμενος ἀναθήμασιν οὐδέν σοι προσήκουσι παρακαθεζόμενος ὀδύρῃ καὶ θρηνεῖς; τί δὲ σοὶ τούτων μέλει; τί δὲ τῶν ἐνταῦθα ἀναγεγραμμένων κοινωνεῖ σοί; Ἀποκρίνεται πρὸς αὐτὸν Ἁβροκόμης ἐμὰ φησὶν ἐμὰ τὰ ἀναθήματα Λεύκωνος καὶ Ῥόδης, οὓς ἰδεῖν εὔχομαι μετὰ Ἀνθειαν Ἁβροκόμης ὁ δυστυχής.