# Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην 5.11.3-6

Xenophon of Ephesus, Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην, 5.11.3 to 5.11.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/xenophon-of-ephesus/text/5.11.3

Ἐνταῦθα παρῆσαν ὁ Λεύκων καὶ ἡ Ῥόδη, οὐ τοσοῦτον τῆς ἑορτῆς μεθέξοντες, ὅσον ἀναζητήσοντες εἴ τι περὶ Ἀνθείας πύθοιντο. Καὶ δὴ ἧκεν ὁ Ἱππόθοος εἰς τὸ ἱερόν, ἄγων τὴν Ἄνθειαν· ἡ δὲ ἀπιδοῦσα εἰς τὰ ἀναθήματα καὶ ἐν ἀναμνήσει τῶν πρότερον γενομένη ὦ τὰ πάντων ἔφησεν ἀνθρώπων ἐφορῶν Ἥλιε, μόνην ἐμὲ τὴν δυστυχῆ παρελθών, πρότερον μὲν ἐν Ῥόδῳ γενομένη εὐτυχῶς τέ σε προσεκύνουν καὶ θυσίας ἔθυον μετὰ Ἁβροκόμου καὶ εὐδαίμων τότε ἐνομιζόμην· νυνὶ δὲ δούλη μὲν ἀντ’ ἐλευθέρας, αἰχμάλωτος δὲ ἡ δυστυχὴς ἀντὶ τῆς μακαρίας, καὶ εἰς Ἔφεσον ἔρχομαι μόνη καὶ φανοῦμαι τοῖς οἰκείοις Ἁβροκόμην οὐκ ἔχουσα. Ταῦτα ἔλεγε καὶ πολλὰ ἐπεδάκρυε καὶ δεῖται τοῦ Ἱπποθόου ἐπιτρέψαι αὐτῇ τῆς κόμης ἀφελεῖν τῆς αὑτῆς καὶ ἀναθεῖναι τῷ Ἡλίῳ καὶ εὔξασθαί τι περὶ Ἁβροκόμου. Συγχωρεῖ ὁ Ἱππόθοος· καὶ ἀποτεμοῦσα τῶν πλοκάμων ὅσα ἐδύνατο καὶ ἐπιτηδείου καιροῦ λαβομένη, πάντων ἀπηλλαγμένων, ἀνατίθησιν ἐπιγράψασα ΥΠΕΡ. ΤΟΥ. ΑΝΔΡΟΣ. ΑΒΡΟΚΟΜΟΥ. ΑΝΘΕΙΑ. ΤΗΝ. ΚΟΜΗΝ. ΤΩΙ. ΘΕΩΙ. ΑΝΕΘΗΚΕ. Ταῦτα ποιήσασα καὶ εὐξαμένη ἀπῄει μετὰ τοῦ Ἱπποθόου.

---

Xenophon of Ephesus, Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην, ed. Rudolf Hercher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0641.tlg001.local001/.
