Ancient Greek
Book 5, Chapter 13
Xenophon of Ephesus, Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην 5.13.4
Not analysed yet
Οἱ δὲ ἀναλαβόντες ἑαυτούς, ἐξαναστάντες εἰς τὸ τῆς Ἴσιδος ἱερὸν εἰσῆλθον σοὶ λέγοντες, ὦ μεγίστη θεά, τὴν ὑπὲρ τῆς σωτηρίας ἡμῶν χάριν οἴδαμεν· διὰ σέ, ὦ πάντων ἡμῖν τιμιωτάτη, ἑαυτοὺς ἀπειλήφαμεν· προυκυλίοντό τε τοῦ τεμένους καὶ τῷ βωμῷ προσέπιπτον. Καὶ τότε μὲν αὐτοὺς ἄγουσι παρὰ τὸν Λεύκωνα εἰς τὴν οἰκίαν καὶ ὁ Ἱππόθοος τὰ αὑτοῦ μετεσκευάζετο παρὰ τὸν Λεύκωνα, καὶ ἦσαν ἕτοιμοι πρὸς τὸν εἰς Ἔφεσον πλοῦν· ὡς δὲ ἔθυσαν ἐκείνης τῆς ἡμέρας καὶ εὐωχήθησαν, πολλὰ καὶ ποικίλα παρὰ πάντων τὰ διηγήματα, ὅσα τε ἔπαθεν ἕκαστος καὶ ὅσα ἔδρασε, παρεξέτεινόν τε ἐπὶ πολὺ τὸ συμπόσιον, ὡς αὑτοὺς ἀπολαβόντες χρόνῳ.