Ancient Greek
5.4.9 to 5.4.10
Xenophon of Ephesus, Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην 5.4.9-10
Not analysed yet
Ἐπειδὰν γάρ τις προσελθὼν εὔξηται καὶ δεηθῇ τοῦ θεοῦ, αὐτὸς μὲν ἔξεισιν, οἱ δὲ πρὸ τοῦ νεὼ παῖδες Αἰγύπτιοι ἃ μὲν καταλογάδην ἃ δʼ ἐν μέτρῳ προλέγουσι τῶν ἐσομένων ἕκαστα. Ἐλθοῦσα δὴ καὶ ἡ Ἄνθεια προσπίπτει τῷ Ἄπιδι. Ὦ θεῶν ἔφη φιλανθρωπότατε, ὁ πάντας οἰκτείρων ξένους, ἐλέησον κἀμὲ τὴν κακοδαίμονα καί μοι μαντείαν ἀληθῆ περὶ Ἁβροκόμου πρόειπε.