Ancient Greek
Book 5, Chapter 6
Xenophon of Ephesus, Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην 5.6.3
Not analysed yet
Ὑπὸ ἀθυμίας δὲ καὶ γήρως οὐ δυνηθέντες ἀντισχεῖν οἱ γονεῖς ἑκατέρων ἑαυτοὺς ἐξήγαγον τοῦ βίου. Καὶ ὁ μὲν Ἁβροκόμης ᾔει τὴν ἐπὶ Ἰταλίας ὁδόν· ὁ δὲ Λεύκων καὶ ἡ Ῥόδη, οἱ σύντροφοι τοῦ Ἁβροκόμου καὶ τῆς Ἀνθείας, τεθνηκότος αὐτοῖς ἐν Ξάνθῳ τοῦ δεσπότου καὶ τὸν κλῆρον (ἦν δὲ πολὺς) ἐκείνοις καταλιπόντος, διέγνωσαν εἰς Ἔφεσον πλεῖν, ὡς ἤδη μὲν αὐτοῖς τῶν δεσποτῶν σεσωσμένων, ἱκανῶς δὲ τῆς κατὰ τὴν ἀποδημίαν συμφορᾶς πεπειραμένοι.