Ancient Greek
Book 5, Chapter 9
Xenophon of Ephesus, Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην 5.9.5
Not analysed yet
Ἐν τούτῳ δʼ ὁ Ἱππόθοος περιῄει τὴν πόλιν τὴν Τάραντα, εἴ τι καλὸν ὠνήσασθαι ζητῶν· καὶ ὁρᾷ τὴν Ἄνθειαν καὶ γνωρίζει καὶ ἐπὶ τῷ συμβάντι καταπλήσσεται καὶ πολλὰ πρὸς ἑαυτὸν ἐλογίζετο οὐχ αὕτη ἡ κόρη, ἣν ἐγώ ποτε ἐν Αἰγύπτῳ τιμωρῶν τῷ Ἀγχιάλου φόνῳ εἰς τάφρον κατώρυξα καὶ κύνας αὐτῇ συγκαθεῖρξα; Τίς οὖν ἡ μεταβολή; πῶς δὲ σώζεται; τίς ἡ ἐκ τῆς τάφρου φυγή; τίς ἡ παράλογος σωτηρία;