# Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην 5.9.6-12

Xenophon of Ephesus, Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην, 5.9.6 to 5.9.12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/xenophon-of-ephesus/text/5.9.6

Εἰπὼν ταῦτα προσῆλθεν ὡς ὠνήσασθαι θέλων, καὶ παραστὰς αὐτῇ ὦ κόρη ἔφησεν, Αἴγυπτον οὐκ οἶδας οὐδὲ λῃσταῖς ἐν Αἰγύπτῳ περιπέπτωκας οὐδὲ ἄλλο τι ἐν ἐκείνῃ τῇ γῇ πέπονθας δεινόν; εἰπὲ θαρροῦσα, γνωρίζω γάρ σε. Αἴγυπτον ἀκούσασα καὶ ἀναμνησθεῖσα Ἀγχιάλου καὶ τοῦ λῃστηρίου καὶ τῆς τάφρου ἀνῴμωξέ τε καὶ ἀνωδύρατο, ἀποβλέψασα δὲ εἰς τὸν Ἱππόθοον (ἐγνώρισε δὲ αὐτὸν οὐδαμῶς) πέπονθα φησὶν ἐν Αἰγύπτῳ πολλά, ὦ ξένε, καὶ δεινά, ὅστις ποτε ὢν τυγχάνεις, καὶ λῃσταῖς περιπέπτωκα· ἀλλὰ σὺ πῶς εἶπε γνωρίζεις τὰ ἐμὰ διηγήματα; πόθεν δὲ εἰδέναι λέγεις ἐμὲ τὴν δυστυχῆ; διαβόητα μὲν γὰρ καὶ ἔνδοξα πέπονθα, ἀλλὰ σὲ οὐ γινώσκω τὸ σύνολον. Ἀκούσας ὀ Ἱππόθοος καὶ μᾶλλον ἐξ ὧν ἔλεγεν ἀναγνωρίσας αὐτὴν τότε μὲν ἡσυχίαν ἤγαγεν, ὠνησάμενος δὲ αὐτὴν παρὰ τοῦ πορνοβοσκοῦ ἄγει πρὸς ἑαυτὸν καὶ θαρρεῖν παρεκελεύετο καὶ ὅστις ἦν λέγει καὶ τῶν ἐν Αἰγύπτῳ γενομένων ἀναμιμνήσκει καὶ τὸν ἑαυτοῦ πλοῦτον διηγεῖται καὶ τὴν φυγήν. Ἡ δὲ ᾐτεῖτο συγγνώμην ἔχειν καὶ αὐτῷ διηγεῖτο ὅτι Ἀγχίαλον ἀπέκτεινε μὴ σωφρονοῦντα, καὶ τὴν τάφρον καὶ τὸν Ἀμφίνομον καὶ τὴν τῶν κυνῶν πραότητα καὶ τὴν σωτηρίαν διηγεῖται. Κατῴκτειρεν αὐτὴν ὁ Ἱππόθοος καὶ ἥτις μὲν ἦν ἐπέπυστο οὐδέπω, ἐκ δὲ τῆς καθημερινῆς σὺν τῇ κόρῃ διαίτης εἰς ἐπιθυμίαν Ἀνθείας καὶ Ἱππόθοος ἔρχεται καὶ συνελθεῖν ἐβούλετο καὶ πολλὰ ὑπισχνεῖται αὐτῇ. Ἡ δὲ τὰ μὲν πρῶτα ἀντέλεγεν αὐτῷ, ἀναξία εἶναι λέγουσα εὐνῆς δεσποτικῆς· τελευταῖον δὲ ὡς ἐνέκειτο Ἱππόθοος, οὐκέτʼ ἔχουσα ὅ τι ποιήσειε, κάλλιον εἶναι νομίζουσα εἰπεῖν πάντα αὐτῷ τὰ ἀπόρρητα ἢ παραβῆναι τὰς πρὸς Ἁβροκόμην συνθήκας, λέγει τὸν Ἁβροκόμην, τὴν Ἔφεσον, τὸν ἔρωτα, τοὺς ὅρκους, τὰς συμφοράς, τὰ λῃστήρια καὶ συνεχὲς Ἁβροκόμην ἀνωδύρετο·

---

Xenophon of Ephesus, Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην, ed. Rudolf Hercher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0641.tlg001.local001/.
