Ancient Greek · ~1 min
3.14 to 3.15
Xenophon, Anabasis 3.14-2-15
Not analysed yet
ἐπὶ τούτοις εἶπεν ὁ Ξενοφῶν· εἴ τις ἀντιλέγει, λεγέτω· εἰ δὲ μή, ἐπιψηφιῶ ταῦτα. ἐπεὶ δὲ οὐδεὶς ἀντέλεγεν, ἐπεψήφισε, καὶ ἔδοξε ταῦτα. εὐθὺς δὲ Σεύθῃ εἶπεν, ὅτι συστρατεύσοιντο αὐτῷ. μετὰ τοῦτο οἱ μὲν ἄλλοι κατὰ τάξεις ἐσκήνησαν, στρατηγοὺς δὲ καὶ λοχαγοὺς ἐπὶ δεῖπνον Σεύθης ἐκάλεσε, πλησίον κώμην ἔχων.