Ancient Greek · ~2 min
Κύρου Ἀναβάσεως Α, Chapter 4
Xenophon, Anabasis 4.7
Not analysed yet
καὶ Ξενίας ὁ Ἀρκὰς καὶ Πασίων ὁ Μεγαρεὺς ἐμβάντες εἰς πλοῖον καὶ τὰ πλείστου ἄξια ἐνθέμενοι ἀπέπλευσαν, ὡς μὲν τοῖς πλείστοις ἐδόκουν φιλοτιμηθέντες ὅτι τοὺς στρατιώτας αὐτῶν τοὺς παρὰ Κλέαρχον ἀπελθόντας ὡς ἀπιόντας εἰς τὴν Ἑλλάδα πάλιν καὶ οὐ πρὸς βασιλέα εἴα Κῦρος τὸν Κλέαρχον ἔχειν. ἐπεὶ δʼ ἦσαν ἀφανεῖς, διῆλθε λόγος ὅτι διώκει αὐτοὺς Κῦρος τριήρεσι· καὶ οἱ μὲν ηὔχοντο ὡς δειλοὺς ὄντας αὐτοὺς ληφθῆναι, οἱ δʼ ᾤκτιρον εἰ ἁλώσοιντο.