Ancient Greek
5.31 to 5.32
Xenophon, Anabasis 5.31-32
Not analysed yet
συνταξάμενοι δὴ πορεύονται. ἐντεῦθεν οἱ πολέμιοι ἱππεῖς φεύγουσι κατὰ τοῦ πρανοῦς ὁμοίως ὥσπερ ὑπὸ ἱππέων διωκόμενοι· νάπος γὰρ αὐτοὺς ὑπεδέχετο, ὃ οὐκ ᾔδεσαν οἱ Ἕλληνες, ἀλλὰ προαπετράποντο διώκοντες· ὀψὲ γὰρ ἦν. ἐπανελθόντες δὲ ἔνθα ἡ πρώτη συμβολὴ ἐγένετο, στησάμενοι τρόπαιον ἀπῇσαν ἐπὶ θάλατταν περὶ ἡλίου δυσμάς· στάδιοι δʼ ἦσαν ὡς ἑξήκοντα ἐπὶ τὸ στρατόπεδον.