Ancient Greek · ~3 min
1.17 to 1.18
Xenophon, Ἱππαρχικός 1.17-18
Not analysed yet
ὁπότε γε μὴν οἱ ἵπποι εἰσὶν οἵους δεῖ, ὡς ἂν αὐτοὶ οἱ ἱππεῖς ἄριστοι γίγνοιντο, τοῦτο διηγήσομαι. τὸ μὲν τοίνυν τοὺς νέους αὐτῶν ἀναπηδᾶν ἐπὶ τοὺς ἵππους πείθοιμεν ἂν αὐτοὺς μανθάνειν· τὸν διδάξοντα δὲ παρασχὼν ἐπαίνου δικαίως ἂν τυγχάνοις. τούς γε μὴν πρεσβυτέρους τὸν Περσικὸν τρόπον ἀναβάλλεσθαι ὑπʼ ἄλλων προσεθίσας καὶ τούτους ὠφελήσαις ἄν. ὅπως γε μὴν ἐν παντοδαποῖς χωρίοις ἔποχοι οἱ ἱππεῖς δυνήσονται εἶναι, τὸ μὲν πυκνὰ ἐξάγειν μὴ πολέμου ὄντος ἴσως ὀχληρόν· συγκαλέσαντα δὲ χρὴ τοὺς ἱππέας συμβουλεῦσαι αὐτοῖς μελετᾶν, καὶ ὅταν εἰς χώραν ἐλαύνωσι καὶ ὅταν ἄλλοσέ ποι, ἐκβιβάζοντας τῶν ὁδῶν καὶ ταχὺ ἐλαύνοντας ἐν τόποις παντοδαποῖς. τοῦτο γὰρ ὠφελεῖ μὲν παραπλησίως τῷ ἐξάγειν, ὄχλον δʼ οὐχ ὁμοίως παρέχει.