Ancient Greek · ~7 min
8.11 to 8.17
Xenophon, Ἱππαρχικός 8.11-17
Not analysed yet
ἐγὼ δέ φημι χρῆναι τἀναντία τούτων ποιεῖν· ὅταν μὲν κρατήσειν οἰόμενος ἄγῃ, μὴ φείδεσθαι τῆς δυνάμεως ὅσην ἂν ἔχῃ· τὸ γὰρ πολὺ νικᾶν οὐδενὶ πώποτε μεταμέλειαν παρέσχεν· ὅταν δὲ τοῖς πολὺ κρείττοσιν ἐπιχειρῇ καὶ προγιγνώσκῃ ὅτι ποιήσαντα ὅ τι ἂν δύνηται φευκτέον ἐστίν, εἰς τὰ τοιαῦτά φημι πολὺ κρεῖττον εἶναι ὀλίγους ἢ πάντας προσάγειν, τοὺς μέντοι ἀπειλεγμένους καὶ ἵππους καὶ ἄνδρας τοὺς κρατίστους. τοιοῦτοι γὰρ ὄντες καὶ ποιῆσαι ἄν τι καὶ ἀποχωρῆσαι ἀσφαλέστερον ἂν δύναιντο. ὅταν δὲ πρὸς τοὺς κρείττους πάντας προσαγαγὼν ἀποχωρεῖν βούληται, ἀνάγκη τοὺς μὲν ἐπὶ τῶν βραδυτάτων ἵππων ἁλίσκεσθαι, τοὺς δὲ καὶ διʼ ἀφιππίαν πίπτειν, τοὺς δὲ διὰ δυσχωρίας ἀπολαμβάνεσθαι· καὶ γὰρ πολὺν τόπον χαλεπὸν εὑρεῖν οἷον ἄν τις εὔξαιτο. ὑπό γε μὴν τοῦ πλήθους καὶ συμπίπτοιεν ἂν καὶ ἐμποδίζοντες πολλὰ ἂν ἀλλήλους κακουργοῖεν. οἱ δʼ ἀγαθοὶ ἵπποι καὶ ἱππεῖς δυνατοὶ καὶ ἐξ αὐτῶν διαφεύγειν ἄλλως τε ἂν καὶ μηχανᾶταί τις τοῖς διώκουσι φόβον ἀπὸ τῶν περιττῶν ἱππέων. σύμφορον δʼ εἰς τοῦτο καὶ αἱ ψευδενέδραι· χρήσιμον δὲ κἀκεῖνο, τὸ εὑρίσκειν πόθεν ἂν οἱ φίλοι ἐξ ἀσφαλοῦς ἐπιφαινόμενοι βραδυτέρους τοὺς διώκοντας παρέχοιεν. ἀλλὰ μὴν καὶ τόδε δῆλον, ὡς πόνοις καὶ τάχει οἱ ὀλίγοι τῶν πολλῶν πολὺ μᾶλλον ἢ οἱ πολλοὶ τῶν ὀλίγων περιγίγνοιντʼ ἄν. καὶ οὐ λέγω ὡς διὰ τὸ ὀλίγοι εἶναι καὶ πονεῖν μᾶλλον δυνήσονται καὶ θάττους ἔσονται, ἀλλʼ ὅτι ῥᾷον εὑρεῖν ὀλίγους ἢ πολλοὺς τοὺς καὶ τῶν ἵππων ἐπιμελησομένους ὡς δεῖ καὶ αὐτοὺς φρονίμως μελετήσοντας τὴν ἱππικήν. ἢν δέ ποτε συμβαίνῃ ἀγωνίζεσθαι πρὸς παραπλησίους ἱππέας, ἐγὼ μὲν οἶμαι οὐκ ἂν χεῖρον εἶναι εἴ τις δύο τάξεις ἐκ τῆς φυλῆς ποιήσειεν, καὶ τῆς μὲν ὁ φύλαρχος ἡγοῖτο,