Ancient Greek
Ἀπομνημονευμάτων Β, Chapter 1
Xenophon, Ἀπομνημονεύματα 1.20
Not analysed yet
ἔτι δὲ αἱ μὲν ῥᾳδιουργίαι καὶ ἐκ τοῦ παραχρῆμα ἡδοναὶ οὔτε σώματι εὐεξίαν ἱκαναί εἰσιν ἐνεργάζεσθαι, ὥς φασιν οἱ γυμνασταί, οὔτε ψυχῇ ἐπιστήμην ἀξιόλογον οὐδεμίαν ἐμποιοῦσιν, αἱ δὲ διὰ καρτερίας ἐπιμέλειαι τῶν καλῶν τε κἀγαθῶν ἔργων ἐξικνεῖσθαι ποιοῦσιν, ὥς φασιν οἱ ἀγαθοὶ ἄνδρες. λέγει δέ που καὶ Ἡσίοδος· τὴν μὲν γὰρ κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι ῥηιδίως· λείη μὲν ὁδός, μάλα δʼ ἐγγύθι ναίει. τῆς δʼ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν ἀθάνατοι· μακρὸς δὲ καὶ ὄρθιος οἶμος ἐς αὐτὴν καὶ τρηχὺς τὸ πρῶτον· ἐπὴν δʼ εἰς ἄκρον ἵκηαι, ῥηιδίη δὴ ἔπειτα πέλει, χαλεπή περ ἐοῦσα. Hes. WD 285μαρτυρεῖ δὲ καὶ Ἐπίχαρμος ἐν τῷδε· τῶν πόνων πωλοῦσιν ἡμῖν πάντα τἀγάθʼ οἱ θεοί. Epicharmus καὶ ἐν ἄλλῳ δὲ φησίν· ὦ πονηρέ, μὴ τὰ μαλακὰ μῶσο, μὴ τὰ σκλήρʼ ἔχῃς. Epicharmus