Ancient Greek
Ἀπομνημονευμάτων Γ, Chapter 13
Xenophon, Ἀπομνημονεύματα 13.6
Not analysed yet
ἄλλου δὲ λέγοντος ὡς παρετάθη μακρὰν ὁδὸν πορευθείς, ἤρετο αὐτὸν εἰ καὶ φορτίον ἔφερε, μὰ Δίʼ οὐκ ἔγωγʼ, ἔφη, ἀλλὰ τὸ ἱμάτιον. μόνος δʼ ἐπορεύου, ἔφη, ἢ καὶ ἀκόλουθός σοι ἠκολούθει; ἠκολούθει, ἔφη. πότερον κενός, ἔφη, ἢ φέρων τι; φέρων νὴ Δίʼ, ἔφη, τά τε στρώματα καὶ τἆλλα σκεύη. καὶ πῶς ,ἔφη, ἀπήλλαχεν ἐκ τῆς ὁδοῦ; ἐμοὶ μὲν δοκεῖ, ἔφη, βέλτιον ἐμοῦ. τί οὖν; ἔφη, εἰ τὸ ἐκείνου φορτίον ἔδει σε φέρειν, πῶς ἂν οἴει διατεθῆναι; κακῶς νὴ Δίʼ, ἔφη· μᾶλλον δὲ οὐδʼ ἂν ἐδυνήθην κομίσαι. τὸ οὖν τοσούτῳ ἧττον τοῦ παιδὸς δύνασθαι πονεῖν πῶς ἠσκημένου δοκεῖ σοι ἀνδρὸς εἶναι;