# Ἀπομνημονεύματα 13.6

Xenophon, Ἀπομνημονεύματα, Ἀπομνημονευμάτων Γ, Chapter 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/xenophon/text-11/13.6

ἄλλου δὲ λέγοντος ὡς παρετάθη μακρὰν ὁδὸν πορευθείς, ἤρετο αὐτὸν εἰ καὶ φορτίον ἔφερε, μὰ Δίʼ οὐκ ἔγωγʼ, ἔφη, ἀλλὰ τὸ ἱμάτιον. μόνος δʼ ἐπορεύου, ἔφη, ἢ καὶ ἀκόλουθός σοι ἠκολούθει; ἠκολούθει, ἔφη. πότερον κενός, ἔφη, ἢ φέρων τι; φέρων νὴ Δίʼ, ἔφη, τά τε στρώματα καὶ τἆλλα σκεύη. καὶ πῶς , ἔφη, ἀπήλλαχεν ἐκ τῆς ὁδοῦ; ἐμοὶ μὲν δοκεῖ, ἔφη, βέλτιον ἐμοῦ. τί οὖν; ἔφη, εἰ τὸ ἐκείνου φορτίον ἔδει σε φέρειν, πῶς ἂν οἴει διατεθῆναι; κακῶς νὴ Δίʼ, ἔφη· μᾶλλον δὲ οὐδʼ ἂν ἐδυνήθην κομίσαι. τὸ οὖν τοσούτῳ ἧττον τοῦ παιδὸς δύνασθαι πονεῖν πῶς ἠσκημένου δοκεῖ σοι ἀνδρὸς εἶναι;

---

Xenophon, Ἀπομνημονεύματα, ed. Edgar Carew Marchant. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0032.tlg002.local001/.
